Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 41     

Esaïe 41
Septante


1 ἐγκαινίζεσθε πρός με νῆσοι οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα τότε κρίσιν ἀναγγειλάτωσαν. Zacharie 2.13 Esaïe 1.18 Habakuk 2.20 Esaïe 11.11 Joël 3.10-3.11
2 τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ καὶ πορεύσεται δώσει ἐναντίον ἐθνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν. Esaïe 45.1 Esaïe 40.24 Esaïe 46.11 2 Samuel 22.43 Esdras 1.2
3 καὶ διώξεται αὐτοὺς καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. Esaïe 57.2 Job 5.24
4 τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς ἐγὼ θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Apocalypse 22.13 Apocalypse 1.17 Esaïe 41.26 Esaïe 46.10 Esaïe 48.12
5 εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν τὰ ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἤλθοσαν ἅμα. Psaumes 67.7 Josué 5.1 Ezéchiel 26.15-26.16 Psaumes 65.8 Josué 2.10
6 κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι καὶ ἐρεῖ. 1 Samuel 4.7-4.9 1 Samuel 5.3-5.5 Esaïe 40.19 Esaïe 44.12 Esaïe 35.4
7 ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρῃ ἅμα ἐλαύνων ποτὲ μὲν ἐρεῖ σύμβλημα καλόν ἐστιν ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται. Esaïe 40.19-40.20 Juges 18.17-18.18 Esaïe 46.6-46.7 Jérémie 10.9 Esaïe 44.12-44.15
8 σὺ δέ Ισραηλ παῖς μου Ιακωβ ὃν ἐξελεξάμην σπέρμα Αβρααμ ὃν ἠγάπησα. Jacques 2.23 2 Chroniques 20.7 Esaïe 44.1-44.2 Psaumes 135.4 Esaïe 44.21
9 οὗ ἀντελαβόμην ἀπ’ ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι παῖς μου εἶ ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε. 1 Corinthiens 1.26-1.29 Romains 11.1-11.2 Jacques 2.5 Esaïe 41.8 Psaumes 94.14
10 μὴ φοβοῦ μετὰ σοῦ γάρ εἰμι μὴ πλανῶ ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. Josué 1.9 Esaïe 43.1-43.2 Romains 8.31 Philippiens 4.13 Deutéronome 31.6-31.8
11 ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. Esaïe 45.24 Exode 23.22 Esaïe 54.17 Daniel 4.35 Zacharie 12.3
12 ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε. Psaumes 37.35-37.36 Job 20.7-20.9 Esaïe 17.14
13 ὅτι ἐγὼ ὁ θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου ὁ λέγων σοι μὴ φοβοῦ. Esaïe 41.10 Esaïe 45.1 Esaïe 42.6 Psaumes 63.8 Psaumes 73.23
14 Ιακωβ ὀλιγοστὸς Ισραηλ ἐγὼ ἐβοήθησά σοι λέγει ὁ θεὸς ὁ λυτρούμενός σε Ισραηλ. Esaïe 43.14 Psaumes 19.14 Psaumes 22.6 Esaïe 54.5 Jérémie 50.34
15 ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χνοῦν θήσεις. Michée 4.13 Habakuk 3.12 Psaumes 18.42 Esaïe 28.27 2 Corinthiens 10.4-10.5
16 καὶ λικμήσεις καὶ ἄνεμος λήμψεται αὐτούς καὶ καταιγὶς διασπερεῖ αὐτούς σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ισραηλ καὶ ἀγαλλιάσονται. Jérémie 51.2 Esaïe 45.24-45.25 Jérémie 15.7 Philippiens 3.3 Esaïe 12.6
17 οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη ἐγὼ κύριος ὁ θεός ἐγὼ ἐπακούσομαι ὁ θεὸς Ισραηλ καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Esaïe 30.19 Esaïe 42.16 Esaïe 55.1 Esaïe 61.1 Esaïe 44.3
18 ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς ποιήσω τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Esaïe 35.6-35.7 Esaïe 30.25 Psaumes 107.35 Ezéchiel 47.1-47.8 Esaïe 58.11
19 θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην. Esaïe 55.13 Esaïe 37.31-37.32 Esaïe 60.13 Esaïe 35.1 Esaïe 51.3
20 ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα πάντα καὶ ὁ ἅγιος τοῦ Ισραηλ κατέδειξεν. Job 12.9 Esaïe 44.23 Exode 9.16 Psaumes 109.27 Esaïe 43.7-43.13
21 ἐγγίζει ἡ κρίσις ὑμῶν λέγει κύριος ὁ θεός ἤγγισαν αἱ βουλαὶ ὑμῶν λέγει ὁ βασιλεὺς Ιακωβ. Job 23.3-23.4 Job 38.3 Michée 6.1-6.2 Job 40.7-40.9
22 ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται ἢ τὰ πρότερα τίνα ἦν εἴπατε καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τί τὰ ἔσχατα καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν. Esaïe 45.21 Esaïe 46.10 Esaïe 43.9-43.12 Esaïe 44.7 Jean 13.19
23 ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ’ ἐσχάτου καὶ γνωσόμεθα ὅτι θεοί ἐστε εὖ ποιήσατε καὶ κακώσατε καὶ θαυμασόμεθα καὶ ὀψόμεθα ἅμα. Jérémie 10.5 Esaïe 44.7-44.8 Esaïe 42.9 Jean 13.19 Actes 15.18
24 ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς. 1 Corinthiens 8.4 Psaumes 115.8 Esaïe 41.29 Esaïe 66.24 Jérémie 10.8
25 ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφ’ ἡλίου ἀνατολῶν κληθήσονται τῷ ὀνόματί μου ἐρχέσθωσαν ἄρχοντες καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν οὕτως καταπατηθήσεσθε. Esaïe 41.2 2 Samuel 22.43 Esaïe 10.6 Zacharie 10.5 Michée 7.10
26 τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς ἵνα γνῶμεν καὶ τὰ ἔμπροσθεν καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους. Esaïe 41.22 Esaïe 44.7 Esaïe 45.21 Esaïe 43.9 Habakuk 2.18-2.20
27 ἀρχὴν Σιων δώσω καὶ Ιερουσαλημ παρακαλέσω εἰς ὁδόν. Esaïe 40.9 Esaïe 52.7 Nahum 1.15 Esaïe 44.28 Luc 2.10-2.11
28 ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐδείς καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων καὶ ἐὰν ἐρωτήσω αὐτούς πόθεν ἐστέ οὐ μὴ ἀποκριθῶσίν μοι. Esaïe 63.5 Esaïe 50.2 Daniel 5.8 Esaïe 40.13-40.14 Esaïe 59.16
29 εἰσὶν γὰρ οἱ ποιοῦντες ὑμᾶς καὶ μάτην οἱ πλανῶντες ὑμᾶς. Jérémie 5.13 Esaïe 41.24 Psaumes 135.15-135.18 Jérémie 10.2-10.16 Psaumes 115.4-115.8

Cette Bible est dans le domaine public.