Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 42.7     

Esaïe 42.7
Septante


1 Ιακωβ ὁ παῖς μου ἀντιλήμψομαι αὐτοῦ Ισραηλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.Philippiens 2.7 Esaïe 43.10 Esaïe 52.13 Luc 3.22 Matthieu 3.16-3.17
2 οὐ κεκράξεται οὐδὲ ἀνήσει οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ.Matthieu 12.16-12.20 Zacharie 9.9 Luc 17.20 2 Timothée 2.24 Matthieu 11.29
3 κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν.Matthieu 11.28 Esaïe 50.4 Esaïe 40.11 Psaumes 96.13 Psaumes 147.3
4 ἀναλάμψει καὶ οὐ θραυσθήσεται ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.Esaïe 55.5 Genèse 49.10 Esaïe 53.2-53.12 Esaïe 60.9 Matthieu 12.21
5 οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν.Esaïe 45.18 Esaïe 45.12 Actes 17.25 Daniel 5.23 Job 33.4
6 ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν.Luc 2.32 Actes 13.47 Esaïe 49.8 Esaïe 49.6 Jérémie 23.5-23.6
7 ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.Esaïe 61.1 Esaïe 35.5 Esaïe 49.9 Hébreux 2.14-2.15 2 Timothée 2.26
8 ἐγὼ κύριος ὁ θεός τοῦτό μού ἐστιν τὸ ὄνομα τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.Esaïe 48.11 Exode 20.3-20.5 Psaumes 83.18 Esaïe 43.11 Exode 34.14
9 τὰ ἀπ’ ἀρχῆς ἰδοὺ ἥκασιν καὶ καινὰ ἃ ἐγὼ ἀναγγελῶ καὶ πρὸ τοῦ ἀνατεῖλαι ἐδηλώθη ὑμῖν.Esaïe 43.19 Esaïe 46.9-46.10 1 Rois 8.15-8.20 2 Pierre 1.19-1.21 Esaïe 41.22-41.23
10 ὑμνήσατε τῷ κυρίῳ ὕμνον καινόν ἡ ἀρχὴ αὐτοῦ δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ’ ἄκρου τῆς γῆς οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς.Psaumes 33.3 Psaumes 40.3 Esaïe 42.4 Romains 15.9-15.11 Esaïe 24.14-24.16
11 εὐφράνθητι ἔρημος καὶ αἱ κῶμαι αὐτῆς ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδαρ εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν ἀπ’ ἄκρων τῶν ὀρέων βοήσουσιν.Esaïe 32.16 Esaïe 60.7 Nahum 1.15 Genèse 25.23 Psaumes 72.8-72.10
12 δώσουσιν τῷ θεῷ δόξαν τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν.Psaumes 117.1-117.2 Psaumes 22.27 Apocalypse 7.9-7.12 Esaïe 66.18-66.19 Apocalypse 5.9-5.10
13 κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.Nahum 1.2 Psaumes 78.65 Osée 11.10 Jérémie 25.30 Esaïe 59.16-59.19
14 ἐσιώπησα μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι ἐκαρτέρησα ὡς ἡ τίκτουσα ἐκστήσω καὶ ξηρανῶ ἅμα.Psaumes 50.2 Job 32.18 Ecclésiaste 8.11-8.12 2 Pierre 3.9-3.10 2 Pierre 3.15
15 καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ.Esaïe 50.2 Nahum 1.4-1.6 Esaïe 44.27 Esaïe 2.12-2.16 Esaïe 11.15-11.16
16 καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν καὶ τρίβους οὓς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν ταῦτα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς.Esaïe 30.21 Ephésiens 5.8 Esaïe 32.3 Luc 3.5 Esaïe 40.4
17 αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω αἰσχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς οἱ λέγοντες τοῖς χωνευτοῖς ὑμεῖς ἐστε θεοὶ ἡμῶν.Psaumes 97.7 Esaïe 1.29 Esaïe 44.11 Habakuk 2.18-2.20 Esaïe 44.17
18 οἱ κωφοί ἀκούσατε καὶ οἱ τυφλοί ἀναβλέψατε ἰδεῖν.Esaïe 29.18 Marc 7.34-7.37 Esaïe 43.8 Proverbes 20.12 Luc 7.22
19 καὶ τίς τυφλὸς ἀλλ’ ἢ οἱ παῖδές μου καὶ κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ.Jérémie 5.21 2 Corinthiens 4.4 Ezéchiel 12.2 2 Corinthiens 3.14-3.15 Matthieu 23.16-23.24
20 εἴδετε πλεονάκις καὶ οὐκ ἐφυλάξασθε ἠνοιγμένα τὰ ὦτα καὶ οὐκ ἠκούσατε.Esaïe 58.2 Ezéchiel 33.31 Jean 11.37-11.50 Deutéronome 29.2-29.4 Jérémie 42.2-42.5
21 κύριος ὁ θεὸς ἐβούλετο ἵνα δικαιωθῇ καὶ μεγαλύνῃ αἴνεσιν καὶ εἶδον.Jean 15.10 1 Jean 3.4-3.5 Psaumes 71.16 Psaumes 71.19 Jean 17.4-17.5
22 καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος ἡ γὰρ παγὶς ἐν τοῖς ταμιείοις πανταχοῦ καὶ ἐν οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτούς ἐγένοντο εἰς προνομήν καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα καὶ οὐκ ἦν ὁ λέγων ἀπόδος.Esaïe 14.17 Deutéronome 28.29-28.33 Esaïe 18.2 Esaïe 52.4-52.5 Esaïe 24.18
23 τίς ἐν ὑμῖν ὃς ἐνωτιεῖται ταῦτα εἰσακούσεται εἰς τὰ ἐπερχόμενα.Esaïe 48.18 Actes 3.19 Matthieu 21.28-21.31 1 Pierre 4.2-4.3 Jérémie 3.4-3.7
24 τίς ἔδωκεν εἰς διαρπαγὴν Ιακωβ καὶ Ισραηλ τοῖς προνομεύουσιν αὐτόν οὐχὶ ὁ θεός ᾧ ἡμάρτοσαν αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ.Juges 10.7 Matthieu 22.7 Lamentations 1.18 Esaïe 45.7 Néhémie 9.26-9.27
25 καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν.Osée 7.9 Esaïe 57.11 2 Rois 25.9 Esaïe 57.1 Deutéronome 32.22

Cette Bible est dans le domaine public.