Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Deutéronome 3.15     

Deutéronome 3.15
Septante


Conquête du royaume d’Og

1 καὶ ἐπιστραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασαν καὶ ἐξῆλθεν Ωγ βασιλεὺς τῆς Βασαν εἰς συνάντησιν ἡμῖν αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Εδραϊν.
Nombres 21.33-21.35 Deutéronome 1.4 Deutéronome 29.7 1 Rois 4.19 Josué 9.10
2 καὶ εἶπεν κύριος πρός με μὴ φοβηθῇς αὐτόν ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηων βασιλεῖ τῶν Αμορραίων ὃς κατῴκει ἐν Εσεβων.
Nombres 21.23-21.25 2 Chroniques 20.17 Deutéronome 2.24-2.37 Esaïe 41.10 Actes 18.9
3 καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.
Nombres 21.35 Josué 13.12 Josué 13.30 Deutéronome 2.33-2.34
4 καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ οὐκ ἦν πόλις ἣν οὐκ ἐλάβομεν παρ’ αὐτῶν ἑξήκοντα πόλεις πάντα τὰ περίχωρα Αργοβ βασιλείας Ωγ ἐν Βασαν.
1 Rois 4.13 Josué 12.4 Josué 13.30-13.31 Nombres 32.33-32.42
5 πᾶσαι πόλεις ὀχυραί τείχη ὑψηλά πύλαι καὶ μοχλοί πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα.
Deutéronome 1.28 Nombres 13.28 Hébreux 11.30
6 ἐξωλεθρεύσαμεν αὐτούς ὥσπερ ἐποιήσαμεν τὸν Σηων βασιλέα Εσεβων καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας καὶ τὰ παιδία.
Deutéronome 2.34 Psaumes 135.10-135.12 Deutéronome 2.24 Deutéronome 20.16-20.18 Deutéronome 3.2
7 καὶ πάντα τὰ κτήνη καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.
Deutéronome 2.35 Josué 8.27 Josué 11.11-11.14
8 καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Αμορραίων οἳ ἦσαν πέραν τοῦ Ιορδάνου ἀπὸ τοῦ χειμάρρου Αρνων καὶ ἕως Αερμων.
Josué 13.9-13.12 Josué 12.2-12.6 Nombres 32.33-32.42
9 οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Αερμων Σανιωρ καὶ ὁ Αμορραῖος ἐπωνόμασεν αὐτὸ Σανιρ.
1 Chroniques 5.23 Psaumes 29.6 Ezéchiel 27.5 Psaumes 133.3 Cantique 4.8
10 πᾶσαι πόλεις Μισωρ καὶ πᾶσα Γαλααδ καὶ πᾶσα Βασαν ἕως Σελχα καὶ Εδραϊν πόλεις βασιλείας τοῦ Ωγ ἐν τῇ Βασαν.
Deutéronome 4.49 Josué 13.11-13.12 Josué 12.4-12.5 Nombres 21.33 Josué 13.31
11 ὅτι πλὴν Ωγ βασιλεὺς Βασαν κατελείφθη ἀπὸ τῶν Ραφαϊν ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Αμμων ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πηχῶν τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός.
Genèse 14.5 2 Samuel 12.26 Jérémie 49.2 Ezéchiel 21.20 Amos 2.9

Attribution des premiers territoires

12 καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων καὶ τὸ ἥμισυ ὄρους Γαλααδ καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ρουβην καὶ τῷ Γαδ.
Deutéronome 2.36 Nombres 32.32-32.38 2 Rois 10.33 Josué 13.8-13.28 Deutéronome 4.48
13 καὶ τὸ κατάλοιπον τοῦ Γαλααδ καὶ πᾶσαν τὴν Βασαν βασιλείαν Ωγ ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασση καὶ πᾶσαν περίχωρον Αργοβ πᾶσαν τὴν Βασαν ἐκείνην γῆ Ραφαϊν λογισθήσεται.
Nombres 32.39-32.42 Josué 13.29-13.32 1 Chroniques 5.23-5.26
14 καὶ Ιαϊρ υἱὸς Μανασση ἔλαβεν πᾶσαν τὴν περίχωρον Αργοβ ἕως τῶν ὁρίων Γαργασι καὶ Ομαχαθι ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασαν Αυωθ Ιαϊρ ἕως τῆς ἡμέρας ταύτης.
Nombres 32.41 2 Samuel 10.6 Josué 13.13 2 Samuel 3.3 2 Samuel 13.37
15 καὶ τῷ Μαχιρ ἔδωκα τὴν Γαλααδ.
Nombres 32.39-32.40 Josué 22.7 Genèse 50.23 Josué 17.1-17.3 Nombres 26.29
16 καὶ τῷ Ρουβην καὶ τῷ Γαδ δέδωκα ἀπὸ τῆς Γαλααδ ἕως χειμάρρου Αρνων μέσον τοῦ χειμάρρου ὅριον καὶ ἕως τοῦ Ιαβοκ ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς Αμμαν.
Nombres 21.24 Deutéronome 2.37 2 Samuel 24.5 Genèse 32.22 Josué 12.2-12.3
17 καὶ ἡ Αραβα καὶ ὁ Ιορδάνης ὅριον Μαχαναρεθ καὶ ἕως θαλάσσης Αραβα θαλάσσης ἁλυκῆς ὑπὸ Ασηδωθ τὴν Φασγα ἀνατολῶν.
Josué 12.3 Genèse 14.3 Josué 3.16 Deutéronome 4.49 Nombres 34.11-34.12
18 καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων κύριος ὁ θεὸς ὑμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ πᾶς δυνατός.
Josué 4.12-4.13 Josué 22.1-22.9 Josué 1.12-1.15 Nombres 32.20-32.24
19 πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν αἷς ἔδωκα ὑμῖν.
20 ἕως ἂν καταπαύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς καὶ κατακληρονομήσουσιν καὶ οὗτοι τὴν γῆν ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ιορδάνου καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ ἣν ἔδωκα ὑμῖν.
Josué 22.4 Josué 22.8
21 καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμῶν πάσας τὰς βασιλείας ἐφ’ ἃς σὺ διαβαίνεις ἐκεῖ.
Ephésiens 3.20 Josué 10.25 2 Timothée 4.17-4.18 2 Corinthiens 1.10 2 Corinthiens 12.10
22 οὐ φοβηθήσεσθε ὅτι κύριος ὁ θεὸς ἡμῶν αὐτὸς πολεμήσει περὶ ὑμῶν.
Exode 14.14 Deutéronome 20.4 Deutéronome 1.30 2 Chroniques 20.17 Esaïe 43.1-43.2

L’entrée en Canaan refusée à Moïse

23 καὶ ἐδεήθην κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ λέγων.
2 Corinthiens 12.8-12.9
24 κύριε κύριε σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν τίς γάρ ἐστιν θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς ὅστις ποιήσει καθὰ σὺ ἐποίησας καὶ κατὰ τὴν ἰσχύν σου.
Exode 15.11 Deutéronome 11.2 Psaumes 86.8 2 Samuel 7.22 Psaumes 71.19
25 διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ Ιορδάνου τὸ ὄρος τοῦτο τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον.
Exode 3.8 Deutéronome 4.21-4.22 Deutéronome 11.11-11.12 Nombres 32.5 Ezéchiel 20.6
26 καὶ ὑπερεῖδεν κύριος ἐμὲ ἕνεκεν ὑμῶν καὶ οὐκ εἰσήκουσέν μου καὶ εἶπεν κύριος πρός με ἱκανούσθω σοι μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον.
Deutéronome 1.37 Deutéronome 31.2 Matthieu 20.22 Deutéronome 32.51-32.52 Nombres 20.7-20.12
27 ἀνάβηθι ἐπὶ κορυφὴν Λελαξευμένου καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς κατὰ θάλασσαν καὶ βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ ἰδὲ τοῖς ὀφθαλμοῖς σου ὅτι οὐ διαβήσῃ τὸν Ιορδάνην τοῦτον.
Nombres 27.12 Genèse 13.14-13.15 Deutéronome 34.1-34.4
28 καὶ ἔντειλαι Ἰησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν ὅτι οὗτος διαβήσεται πρὸ προσώπου τοῦ λαοῦ τούτου καὶ αὐτὸς κατακληρονομήσει αὐτοῖς τὴν γῆν ἣν ἑώρακας.
Deutéronome 31.3 Deutéronome 31.23 Deutéronome 1.38 Deutéronome 31.7 Nombres 27.18-27.23
29 καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου Φογωρ.
Deutéronome 4.46 Deutéronome 34.6 Nombres 25.3 Deutéronome 4.3 Nombres 33.48-33.49

Cette Bible est dans le domaine public.