Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Deutéronome 6.19     

Deutéronome 6.19
Septante


1 καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν.Deutéronome 4.1 Deutéronome 12.1 Deutéronome 4.45 Deutéronome 5.31 Lévitique 27.34
2 ἵνα φοβῆσθε κύριον τὸν θεὸν ὑμῶν φυλάσσεσθαι πάντα τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου ἵνα μακροημερεύσητε.Ecclésiaste 12.13 Exode 20.20 Psaumes 128.1 Deutéronome 10.20 Deutéronome 10.12-10.13
3 καὶ ἄκουσον Ισραηλ καὶ φύλαξαι ποιεῖν ὅπως εὖ σοι ᾖ καὶ ἵνα πληθυνθῆτε σφόδρα καθάπερ ἐλάλησεν κύριος ὁ θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ῥέουσαν γάλα καὶ μέλι.Exode 3.8 Genèse 22.17 Genèse 28.14 Genèse 26.4 Genèse 15.5
4 καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος τοῖς υἱοῖς Ισραηλ ἐν τῇ ἐρήμῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἄκουε Ισραηλ κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν.1 Timothée 2.5 Marc 12.29-12.32 Esaïe 44.6 Jean 10.30 Esaïe 45.5-45.6
5 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου.Marc 12.30 Luc 10.27 Matthieu 22.37 Deutéronome 4.29 Deutéronome 10.12
6 καὶ ἔσται τὰ ῥήματα ταῦτα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου.Deutéronome 11.18 Colossiens 3.16 Proverbes 7.3 Deutéronome 32.46 2 Corinthiens 3.3
7 καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ καὶ κοιταζόμενος καὶ διανιστάμενος.Ephésiens 6.4 Deutéronome 11.19 Deutéronome 6.2 Deutéronome 4.9-4.10 Exode 12.26-12.27
8 καὶ ἀφάψεις αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν σου.Exode 13.9 Deutéronome 11.18 Proverbes 3.3 Proverbes 7.3 Exode 13.16
9 καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν.Deutéronome 11.20 Esaïe 57.8 Job 19.23-19.25 Habakuk 2.2 Esaïe 30.8
10 καὶ ἔσται ὅταν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν ἣν ὤμοσεν τοῖς πατράσιν σου τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναί σοι πόλεις μεγάλας καὶ καλάς ἃς οὐκ ᾠκοδόμησας.Josué 24.13 Psaumes 105.44 Néhémie 9.25 Genèse 13.15-13.17 Psaumes 78.55
11 οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας λάκκους λελατομημένους οὓς οὐκ ἐξελατόμησας ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐ κατεφύτευσας καὶ φαγὼν καὶ ἐμπλησθεὶς.Matthieu 19.23-19.24 Deutéronome 32.15 Jérémie 2.31-2.32 Deutéronome 8.10-8.20 Deutéronome 7.12-7.18
12 πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας. 13 κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ.Luc 4.8 Deutéronome 10.20 Matthieu 4.10 Deutéronome 13.4 Psaumes 63.11
14 οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν.Jérémie 25.6 Deutéronome 8.19 Deutéronome 13.7 Deutéronome 11.28 1 Jean 5.21
15 ὅτι θεὸς ζηλωτὴς κύριος ὁ θεός σου ἐν σοί μὴ ὀργισθεὶς θυμωθῇ κύριος ὁ θεός σου ἐν σοὶ καὶ ἐξολεθρεύσῃ σε ἀπὸ προσώπου τῆς γῆς.Deutéronome 4.24 Exode 20.5 Deutéronome 7.4 Deutéronome 11.17 Amos 3.2
16 οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου ὃν τρόπον ἐξεπειράσασθε ἐν τῷ Πειρασμῷ.Luc 4.12 Exode 17.7 Matthieu 4.7 Psaumes 95.8-95.9 Hébreux 3.8-3.9
17 φυλάσσων φυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι.Deutéronome 11.22 Psaumes 119.4 Exode 15.26 1 Corinthiens 15.58 2 Pierre 3.14
18 καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ἵνα εὖ σοι γένηται καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν.Deutéronome 4.40 Deutéronome 12.25 Deutéronome 5.29 Ezéchiel 33.14 Deutéronome 8.11
19 ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου καθὰ ἐλάλησεν.Exode 23.28-23.30 Nombres 33.52-33.53 Juges 2.1-2.3 Juges 3.1-3.4
20 καὶ ἔσται ὅταν ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον λέγων τί ἐστιν τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν.Exode 13.14 Exode 12.26 Josué 4.21-4.24 Josué 4.6-4.7 Deutéronome 6.7
21 καὶ ἐρεῖς τῷ υἱῷ σου οἰκέται ἦμεν τῷ Φαραω ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγεν ἡμᾶς κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ.Exode 20.2 Exode 13.3 Romains 6.17-6.18 Deutéronome 5.15 Esaïe 51.1
22 καὶ ἔδωκεν κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραω καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν.Psaumes 135.9 Deutéronome 4.34 Deutéronome 7.19 Exode 7.1-7.12 Psaumes 58.10-58.11
23 καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν ἵνα εἰσαγάγῃ ἡμᾶς δοῦναι ἡμῖν τὴν γῆν ταύτην ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν ἡμῶν.Deutéronome 6.10 Deutéronome 6.18 Deutéronome 1.35 Exode 13.5 Deutéronome 1.8
24 καὶ ἐνετείλατο ἡμῖν κύριος ποιεῖν πάντα τὰ δικαιώματα ταῦτα φοβεῖσθαι κύριον τὸν θεὸν ἡμῶν ἵνα εὖ ᾖ ἡμῖν πάσας τὰς ἡμέρας ἵνα ζῶμεν ὥσπερ καὶ σήμερον.Psaumes 41.2 Jérémie 32.39 Deutéronome 4.1 Deutéronome 8.1 Matthieu 6.33
25 καὶ ἐλεημοσύνη ἔσται ἡμῖν ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον κυρίου τοῦ θεοῦ ἡμῶν καθὰ ἐνετείλατο ἡμῖν κύριος.Deutéronome 24.13 Romains 10.3 Psaumes 119.6 Ezéchiel 20.11 Luc 10.28-10.29

Cette Bible est dans le domaine public.