Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Exode 6     

Exode 6
Septante


1 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραω ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ. Exode 12.33 Exode 12.39 Exode 3.19-3.20 Exode 12.31 Exode 11.1
2 ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν ἐγὼ κύριος. Malachie 3.6 Esaïe 42.8 Esaïe 43.11 Exode 6.6 Exode 14.18
3 καὶ ὤφθην πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς. Psaumes 83.18 Psaumes 68.4 Genèse 17.1 Jean 8.58 Genèse 48.3
4 καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων τὴν γῆν ἣν παρῳκήκασιν ἐν ᾗ καὶ παρῴκησαν ἐπ’ αὐτῆς. Genèse 15.18 Genèse 28.4 Genèse 17.7-17.8 Genèse 26.3 Genèse 15.13
5 καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ισραηλ ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν. Exode 2.24 Psaumes 106.44-106.45 Esaïe 63.9 Exode 3.7 Genèse 8.1
6 βάδιζε εἰπὸν τοῖς υἱοῖς Ισραηλ λέγων ἐγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ. Deutéronome 26.8 1 Chroniques 17.21 Deutéronome 7.8 Néhémie 1.10 Exode 7.4
7 καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν θεός καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων. Deutéronome 4.20 Deutéronome 29.13 Deutéronome 7.6 Exode 29.45-29.46 Apocalypse 21.7
8 καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ ἐγὼ κύριος. Genèse 26.3 Genèse 15.18 Genèse 14.22 Ezéchiel 20.5-20.6 Ezéchiel 20.42
9 ἐλάλησεν δὲ Μωυσῆς οὕτως τοῖς υἱοῖς Ισραηλ καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν. Exode 5.21 Proverbes 14.19 Nombres 21.4 Exode 14.12 Job 21.4
10 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων. 11 εἴσελθε λάλησον Φαραω βασιλεῖ Αἰγύπτου ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ. Exode 3.10 Exode 6.29 Exode 5.1 Exode 5.23 Exode 7.1
12 ἐλάλησεν δὲ Μωυσῆς ἔναντι κυρίου λέγων ἰδοὺ οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν μου καὶ πῶς εἰσακούσεταί μου Φαραω ἐγὼ δὲ ἄλογός εἰμι. Exode 4.10 Jérémie 1.6 Exode 6.30 Jérémie 6.10 Exode 6.9
13 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου. 1 Timothée 6.13 2 Timothée 4.1 Psaumes 91.11 Nombres 27.23 1 Timothée 1.18
14 καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ Ενωχ καὶ Φαλλους Ασρων καὶ Χαρμι αὕτη ἡ συγγένεια Ρουβην. Genèse 46.9 1 Chroniques 5.3 Nombres 26.5-26.7 Genèse 49.3-49.4 Josué 13.15
15 καὶ υἱοὶ Συμεων Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ ὁ ἐκ τῆς Φοινίσσης αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεων. Genèse 46.10 1 Chroniques 4.24 Nombres 26.12-26.13
16 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευι κατὰ συγγενείας αὐτῶν Γεδσων Κααθ καὶ Μεραρι καὶ τὰ ἔτη τῆς ζωῆς Λευι ἑκατὸν τριάκοντα ἑπτά. Nombres 3.17 Genèse 46.11 1 Chroniques 6.1 1 Chroniques 6.16 Nombres 26.57
17 καὶ οὗτοι υἱοὶ Γεδσων Λοβενι καὶ Σεμεϊ οἶκοι πατριᾶς αὐτῶν. 1 Chroniques 6.17 Nombres 3.18 1 Chroniques 23.7 Genèse 46.11
18 καὶ υἱοὶ Κααθ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ καὶ τὰ ἔτη τῆς ζωῆς Κααθ ἑκατὸν τριάκοντα ἔτη. 1 Chroniques 6.18 1 Chroniques 6.2 Nombres 3.19 Nombres 26.57
19 καὶ υἱοὶ Μεραρι Μοολι καὶ Ομουσι οὗτοι οἶκοι πατριῶν Λευι κατὰ συγγενείας αὐτῶν. 1 Chroniques 23.21 Nombres 3.20 1 Chroniques 6.19
20 καὶ ἔλαβεν Αμβραμ τὴν Ιωχαβεδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα καὶ ἐγέννησεν αὐτῷ τόν τε Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν τὰ δὲ ἔτη τῆς ζωῆς Αμβραμ ἑκατὸν τριάκοντα δύο ἔτη. Exode 2.1-2.2 Nombres 26.59 Exode 6.18 Exode 6.16
21 καὶ υἱοὶ Ισσααρ Κορε καὶ Ναφεκ καὶ Ζεχρι. 1 Chroniques 6.37-6.38 Nombres 16.1 Exode 6.24 Nombres 16.32 Nombres 26.10-26.11
22 καὶ υἱοὶ Οζιηλ Ελισαφαν καὶ Σετρι. Lévitique 10.4 Nombres 3.30 Néhémie 3.20
23 ἔλαβεν δὲ Ααρων τὴν Ελισαβεθ θυγατέρα Αμιναδαβ ἀδελφὴν Ναασσων αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ. Ruth 4.19-4.20 1 Chroniques 2.10 1 Chroniques 6.3 Nombres 2.3 Nombres 1.7
24 υἱοὶ δὲ Κορε Ασιρ καὶ Ελκανα καὶ Αβιασαφ αὗται αἱ γενέσεις Κορε. 1 Chroniques 6.22-6.23 Exode 6.21 1 Chroniques 6.33 1 Chroniques 6.37-6.38 Nombres 16.1
25 καὶ Ελεαζαρ ὁ τοῦ Ααρων ἔλαβεν τῶν θυγατέρων Φουτιηλ αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τὸν Φινεες αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν. Josué 24.33 Nombres 25.7-25.13 Josué 22.31-22.32 Psaumes 106.30-106.31 Josué 22.13
26 οὗτος Ααρων καὶ Μωυσῆς οἷς εἶπεν αὐτοῖς ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν. Exode 12.17 Exode 7.4 Exode 12.51 Exode 6.13 Nombres 33.1
27 οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου αὐτὸς Ααρων καὶ Μωυσῆς. Exode 7.10 Psaumes 77.20 Exode 32.7 Exode 33.1 Exode 6.26
28 ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ. 29 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ἐγὼ κύριος λάλησον πρὸς Φαραω βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ. Exode 7.2 Exode 6.11 Exode 6.2 Exode 6.8 Exode 6.6
30 καὶ εἶπεν Μωυσῆς ἐναντίον κυρίου ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι καὶ πῶς εἰσακούσεταί μου Φαραω. Exode 6.12 Exode 4.10 1 Corinthiens 9.16-9.17

Cette Bible est dans le domaine public.