1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ,
Luc 3.1 Marc 8.15 Actes 4.27 Luc 9.7-9.9 Luc 23.7-23.12
2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.
Matthieu 16.14 Marc 8.28 Jean 10.41 Matthieu 11.11
3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν ⸀αὐτὸν καὶ ⸂ἐν φυλακῇ ἀπέθετο⸃ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ,
Matthieu 4.12 Marc 6.17 Luc 3.19-3.20 Matthieu 11.2 Jean 3.23-3.24
4 ἔλεγεν γὰρ ⸂αὐτῷ ὁ Ἰωάννης⸃· Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν·
Lévitique 20.21 Lévitique 18.16 Actes 24.24-24.25 2 Samuel 12.7 Esaïe 8.20
5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.
Matthieu 11.9 Matthieu 21.26 Marc 11.30-11.32 Luc 20.6 Matthieu 21.32
6 ⸂γενεσίοις δὲ γενομένοις⸃ τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ,
Genèse 40.20 Marc 6.21-6.23 Esther 1.2-1.12 Matthieu 22.24 Osée 1.5-1.6
7 ὅθεν μετὰ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ⸀ἐὰν αἰτήσηται.
Esther 5.3 Esther 7.2 Esther 5.6
8 ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
Proverbes 29.10 1 Rois 19.2 1 Rois 18.4 2 Rois 11.1 Marc 6.24
9 καὶ ⸂λυπηθεὶς ὁ βασιλεὺς διὰ⸃ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι,
Nombres 30.5-30.8 Juges 11.39 Matthieu 27.17-27.26 1 Samuel 14.24 Jean 19.12-19.16
10 καὶ πέμψας ἀπεκεφάλισεν ⸀τὸν Ἰωάννην ἐν τῇ φυλακῇ·
Matthieu 17.12 Marc 9.13 Luc 9.9 Jérémie 2.30 Matthieu 21.35-21.36
11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.
Apocalypse 16.6 Proverbes 27.4 Ezéchiel 16.3-16.4 Proverbes 29.10 Apocalypse 17.6
12 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ ⸀πτῶμα καὶ ἔθαψαν ⸀αὐτόν, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
Actes 8.2 Matthieu 27.58-27.61
13 ⸂Ἀκούσας δὲ⸃ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.
Luc 9.10-9.17 Jean 6.1-6.15 Marc 6.30-6.44 Matthieu 15.32-15.38 Matthieu 12.15
14 καὶ ⸀ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.
Matthieu 9.36 Hébreux 4.15 Matthieu 4.23 Luc 7.13 Marc 8.1-8.2
15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ ⸀μαθηταὶ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
Matthieu 15.23 Luc 9.12 Marc 8.3 Marc 6.35-6.36
16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.
2 Rois 4.42-4.44 Job 31.16-31.17 Ecclésiaste 11.2 Proverbes 11.24 Jean 13.29
17 οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.
Marc 8.4-8.5 Nombres 11.21-11.23 Jean 6.5-6.9 Matthieu 15.33-15.34 Matthieu 16.9
18 ὁ δὲ εἶπεν· Φέρετέ μοι ⸂ὧδε αὐτούς⸃.
19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ ⸂τοῦ χόρτου⸃, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
Luc 24.30 1 Samuel 9.13 Actes 27.35 Matthieu 26.26-26.27 1 Timothée 4.4-4.5
20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις.
Matthieu 16.8-16.10 Marc 8.8-8.9 Luc 1.53 Luc 9.17 Marc 6.42-6.44
21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.
Actes 4.4 2 Corinthiens 9.8-9.11 Philippiens 4.19 Jean 6.10 Actes 4.34
22 Καὶ εὐθέως ⸀ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι ⸀εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
Marc 6.45-6.51 Jean 6.15-6.21 Matthieu 15.39 Matthieu 13.36
23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.
Luc 6.12 Marc 6.46 Jean 6.15-6.17 Luc 9.28 Matthieu 26.36
24 τὸ δὲ πλοῖον ἤδη ⸂σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν⸃, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.
Marc 6.48 Jean 6.18 Esaïe 54.11 Matthieu 8.24
25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ⸀ἦλθεν πρὸς ⸀αὐτοὺς περιπατῶν ἐπὶ ⸂τὴν θάλασσαν⸃.
Job 9.8 Matthieu 24.43 Luc 12.38 Apocalypse 10.8 Marc 6.48
26 ⸂οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν⸃ ἐπὶ ⸂τῆς θαλάσσης⸃ περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
Luc 1.11-1.12 Marc 6.49-6.50 Job 4.14-4.16 Luc 24.37 Apocalypse 1.17
27 ⸀εὐθὺς δὲ ἐλάλησεν ⸂αὐτοῖς ὁ Ἰησοῦς⸃ λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.
Actes 23.11 Matthieu 9.2 Jean 6.20 Jean 16.33 Apocalypse 1.17-1.18
28 Ἀποκριθεὶς δὲ ⸂αὐτῷ ὁ Πέτρος εἶπεν⸃· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ⸂ἐλθεῖν πρὸς σὲ⸃ ἐπὶ τὰ ὕδατα·
Romains 12.3 Luc 22.31-22.34 Matthieu 19.27 Jean 13.36-13.38 Luc 22.49-22.50
29 ὁ δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ ⸀πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ⸂καὶ ἦλθεν⸃ πρὸς τὸν Ἰησοῦν.
Philippiens 4.13 Actes 3.16 Romains 4.19 Matthieu 21.21 Matthieu 17.20
30 βλέπων δὲ τὸν ἄνεμον ⸀ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· Κύριε, σῶσόν με.
2 Timothée 4.16-4.17 Lamentations 3.54-3.57 Jean 18.25-18.27 Luc 22.54-22.61 Psaumes 116.3-116.4
31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;
Genèse 22.14 Jacques 1.6-1.8 Matthieu 16.8 1 Pierre 1.5 Deutéronome 32.36
32 καὶ ⸀ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος.
Marc 4.41 Jean 6.21 Psaumes 107.29-107.30 Marc 6.51
33 οἱ δὲ ἐν τῷ ⸀πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ.
Psaumes 2.7 Jean 11.27 Jean 1.49 Matthieu 26.63 Marc 15.39
34 Καὶ διαπεράσαντες ἦλθον ⸂ἐπὶ τὴν γῆν εἰς⸃ Γεννησαρέτ.
Marc 6.53-6.56 Luc 5.1 Jean 6.24-6.25
35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας,
Marc 6.55 Marc 3.8-3.10 Marc 2.1-2.12 Matthieu 4.24-4.25 Marc 1.28-1.34
36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.
Marc 3.10 Luc 6.19 Matthieu 9.20-9.21 Jean 6.37 Matthieu 23.5