Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Genèse 18.10     

Genèse 18.10
Septante


Confirmation de la naissance d’Isaac

1 ὤφθη δὲ αὐτῷ ὁ θεὸς πρὸς τῇ δρυὶ τῇ Μαμβρη καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.
Genèse 14.13 Genèse 13.18 Genèse 48.3 Genèse 26.2 Genèse 12.7
2 ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν.
Hébreux 13.2 Genèse 18.22 Genèse 19.1 Juges 13.3 Genèse 18.16
3 καὶ εἶπεν κύριε εἰ ἄρα εὗρον χάριν ἐναντίον σου μὴ παρέλθῃς τὸν παῖδά σου.
Genèse 32.5
4 λημφθήτω δὴ ὕδωρ καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν καὶ καταψύξατε ὑπὸ τὸ δένδρον.
Genèse 19.2 Genèse 43.24 Genèse 24.32 Luc 7.44 Jean 13.5-13.15
5 καὶ λήμψομαι ἄρτον καὶ φάγεσθε καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν καὶ εἶπαν οὕτως ποίησον καθὼς εἴρηκας.
Juges 13.15 Juges 6.18 Genèse 19.8 Psaumes 104.15 Genèse 33.10
6 καὶ ἔσπευσεν Αβρααμ ἐπὶ τὴν σκηνὴν πρὸς Σαρραν καὶ εἶπεν αὐτῇ σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας.
Luc 10.38-10.40 Galates 5.13 Romains 12.13 1 Pierre 4.9 Actes 16.15
7 καὶ εἰς τὰς βόας ἔδραμεν Αβρααμ καὶ ἔλαβεν μοσχάριον ἁπαλὸν καὶ καλὸν καὶ ἔδωκεν τῷ παιδί καὶ ἐτάχυνεν τοῦ ποιῆσαι αὐτό.
Luc 15.23 Juges 13.15-13.16 Malachie 1.14 Genèse 19.3 Amos 6.4
8 ἔλαβεν δὲ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησεν καὶ παρέθηκεν αὐτοῖς καὶ ἐφάγοσαν αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.
Genèse 19.3 Néhémie 12.44 Jean 12.2 Deutéronome 32.14 Luc 24.30
9 εἶπεν δὲ πρὸς αὐτόν ποῦ Σαρρα ἡ γυνή σου ὁ δὲ ἀποκριθεὶς εἶπεν ἰδοὺ ἐν τῇ σκηνῇ.
Genèse 24.67 Genèse 4.9 Tite 2.5 Genèse 31.33
10 εἶπεν δέ ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας καὶ ἕξει υἱὸν Σαρρα ἡ γυνή σου Σαρρα δὲ ἤκουσεν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς οὖσα ὄπισθεν αὐτοῦ.
Genèse 21.2 Genèse 17.21 Genèse 17.19 Genèse 18.13-18.14 Romains 9.8-9.9
11 Αβρααμ δὲ καὶ Σαρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν ἐξέλιπεν δὲ Σαρρα γίνεσθαι τὰ γυναικεῖα.
Genèse 17.17 Hébreux 11.11-11.12 Romains 4.18-4.21 Luc 1.18 Hébreux 11.19
12 ἐγέλασεν δὲ Σαρρα ἐν ἑαυτῇ λέγουσα οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν ὁ δὲ κύριός μου πρεσβύτερος.
Genèse 17.17 1 Pierre 3.6 Luc 1.18-1.20 Hébreux 11.11-11.12 Ephésiens 5.33
13 καὶ εἶπεν κύριος πρὸς Αβρααμ τί ὅτι ἐγέλασεν Σαρρα ἐν ἑαυτῇ λέγουσα ἆρά γε ἀληθῶς τέξομαι ἐγὼ δὲ γεγήρακα.
Jean 2.25
14 μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας καὶ ἔσται τῇ Σαρρα υἱός.
Jérémie 32.17 Matthieu 19.26 Luc 1.37 Jérémie 32.27 Marc 10.27
15 ἠρνήσατο δὲ Σαρρα λέγουσα οὐκ ἐγέλασα ἐφοβήθη γάρ καὶ εἶπεν οὐχί ἀλλὰ ἐγέλασας.
Psaumes 44.21 Job 2.10 Jean 2.25 Jean 18.25-18.27 Romains 3.19

Intercession d’Abraham en faveur de Sodome

16 ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδομων καὶ Γομορρας Αβρααμ δὲ συνεπορεύετο μετ’ αὐτῶν συμπροπέμπων αὐτούς.
Actes 15.3 Actes 20.38 Actes 21.5 3 Jean 1.6 Romains 15.24
17 ὁ δὲ κύριος εἶπεν μὴ κρύψω ἐγὼ ἀπὸ Αβρααμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ.
Amos 3.7 Psaumes 25.14 Genèse 19.24 Jean 15.15 2 Chroniques 20.7
18 Αβρααμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.
Galates 3.8 Genèse 26.4 Ephésiens 1.3 Genèse 22.17-22.18 Genèse 12.2-12.3
19 ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτόν καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Αβρααμ πάντα ὅσα ἐλάλησεν πρὸς αὐτόν.
Deutéronome 4.9-4.10 Deutéronome 6.6-6.7 Proverbes 22.6 Ephésiens 6.4 Josué 24.15
20 εἶπεν δὲ κύριος κραυγὴ Σοδομων καὶ Γομορρας πεπλήθυνται καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα.
Genèse 19.13 Jacques 5.4 Esaïe 3.9 Genèse 4.10 Jérémie 14.7
21 καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται εἰ δὲ μή ἵνα γνῶ.
Genèse 11.5 Exode 3.8 Exode 33.5 Genèse 11.7 Josué 22.22
22 καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σοδομα Αβρααμ δὲ ἦν ἑστηκὼς ἐναντίον κυρίου.
Genèse 19.1 Jérémie 18.20 Psaumes 106.23 Genèse 18.1-18.2 Actes 7.55
23 καὶ ἐγγίσας Αβρααμ εἶπεν μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής.
Nombres 16.22 2 Samuel 24.17 Genèse 20.4 Psaumes 11.4-11.7 Hébreux 10.22
24 ἐὰν ὦσιν πεντήκοντα δίκαιοι ἐν τῇ πόλει ἀπολεῖς αὐτούς οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων ἐὰν ὦσιν ἐν αὐτῇ.
Jérémie 5.1 Esaïe 1.9 Genèse 18.32 Actes 27.24 Matthieu 7.13-7.14
25 μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής μηδαμῶς ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν.
Job 8.20 Deutéronome 32.4 Esaïe 3.10-3.11 Job 8.3 Psaumes 94.2
26 εἶπεν δὲ κύριος ἐὰν εὕρω ἐν Σοδομοις πεντήκοντα δικαίους ἐν τῇ πόλει ἀφήσω πάντα τὸν τόπον δι’ αὐτούς.
Jérémie 5.1 Esaïe 65.8 Ezéchiel 22.30 Matthieu 24.22 Esaïe 10.22
27 καὶ ἀποκριθεὶς Αβρααμ εἶπεν νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.
Esaïe 6.5 Genèse 3.19 Genèse 2.7 Luc 18.1 Job 42.6-42.8
28 ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι πέντε ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκεῖ τεσσαράκοντα πέντε.
Genèse 18.26 1 Rois 20.32-20.33 Nombres 14.17-14.19 Job 23.3-23.4 Genèse 18.29
29 καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτὸν καὶ εἶπεν ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα.
Ephésiens 6.18 Hébreux 4.16
30 καὶ εἶπεν μή τι κύριε ἐὰν λαλήσω ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκεῖ τριάκοντα.
Psaumes 10.17 Hébreux 12.28-12.29 Esaïe 6.5 Psaumes 9.12 Esther 4.11-4.16
31 καὶ εἶπεν ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι.
Matthieu 7.7 Luc 11.8 Hébreux 4.16 Matthieu 7.11 Luc 18.1
32 καὶ εἶπεν μή τι κύριε ἐὰν λαλήσω ἔτι ἅπαξ ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα καὶ εἶπεν οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.
Juges 6.39 Jacques 5.15-5.17 Exode 34.9-34.10 Esaïe 42.6-42.7 Genèse 18.30
33 ἀπῆλθεν δὲ κύριος ὡς ἐπαύσατο λαλῶν τῷ Αβρααμ καὶ Αβρααμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
Genèse 18.16 Genèse 18.22 Genèse 32.26 Genèse 31.55

Cette Bible est dans le domaine public.