Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Lévitique 7     

Lévitique 7
Septante


1 καὶ οὗτος ὁ νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς πλημμελείας ἅγια ἁγίων ἐστίν. Lévitique 6.17 Lévitique 6.25 Lévitique 5.1-5.6 Lévitique 5.14-6.7 Lévitique 21.22
2 ἐν τόπῳ οὗ σφάζουσιν τὸ ὁλοκαύτωμα σφάξουσιν τὸν κριὸν τῆς πλημμελείας ἔναντι κυρίου καὶ τὸ αἷμα προσχεεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου κύκλῳ. Lévitique 1.5 Lévitique 6.25 Lévitique 1.11 Lévitique 3.2 Nombres 6.12
3 καὶ πᾶν τὸ στέαρ αὐτοῦ προσοίσει ἀπ’ αὐτοῦ καὶ τὴν ὀσφὺν καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων. Exode 29.13 Lévitique 3.15-3.16 Lévitique 3.3-3.5 Psaumes 51.6 Lévitique 4.8-4.10
4 καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτά. Lévitique 3.4
5 καὶ ἀνοίσει αὐτὰ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα τῷ κυρίῳ περὶ πλημμελείας ἐστίν. Galates 2.20 Lévitique 1.9 1 Pierre 4.1-4.2 Lévitique 3.16 Lévitique 2.2
6 πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτά ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά ἅγια ἁγίων ἐστίν. Lévitique 6.29 Nombres 18.9-18.10 Lévitique 2.3 Lévitique 6.16-6.18
7 ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας οὕτω καὶ τὸ τῆς πλημμελείας νόμος εἷς αὐτῶν ὁ ἱερεύς ὅστις ἐξιλάσεται ἐν αὐτῷ αὐτῷ ἔσται. Lévitique 6.25-6.26 Lévitique 14.13 1 Corinthiens 9.13
8 καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου τὸ δέρμα τῆς ὁλοκαυτώσεως ἧς αὐτὸς προσφέρει αὐτῷ ἔσται. Genèse 3.21 Romains 13.14 Nombres 19.5 Lévitique 1.6 Lévitique 4.11
9 καὶ πᾶσα θυσία ἥτις ποιηθήσεται ἐν τῷ κλιβάνῳ καὶ πᾶσα ἥτις ποιηθήσεται ἐπ’ ἐσχάρας ἢ ἐπὶ τηγάνου τοῦ ἱερέως τοῦ προσφέροντος αὐτήν αὐτῷ ἔσται. Ezéchiel 44.29 Lévitique 2.10 Nombres 18.9 1 Corinthiens 9.13 Lévitique 5.13
10 καὶ πᾶσα θυσία ἀναπεποιημένη ἐν ἐλαίῳ καὶ μὴ ἀναπεποιημένη πᾶσι τοῖς υἱοῖς Ααρων ἔσται ἑκάστῳ τὸ ἴσον. 2 Corinthiens 8.14 Exode 16.18
11 οὗτος ὁ νόμος θυσίας σωτηρίου ἣν προσοίσουσιν κυρίῳ. Lévitique 3.1-3.17 Lévitique 22.18-22.21 Ezéchiel 45.15
12 ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίῳ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ. Lévitique 2.4 Nombres 6.15 2 Chroniques 33.16 Lévitique 7.15 2 Chroniques 29.31
13 ἐπ’ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου. Amos 4.5 Lévitique 23.17 1 Timothée 4.4 Matthieu 13.33
14 καὶ προσάξει ἓν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ ἀφαίρεμα κυρίῳ τῷ ἱερεῖ τῷ προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου αὐτῷ ἔσται. Nombres 18.19 Exode 29.27-29.28 Nombres 31.29 Nombres 31.41 Nombres 18.24-18.32
15 καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου αὐτῷ ἔσται καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται βρωθήσεται οὐ καταλείψουσιν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί. Lévitique 22.29-22.30
16 κἂν εὐχή ἢ ἑκούσιον θυσιάζῃ τὸ δῶρον αὐτοῦ ᾗ ἂν ἡμέρᾳ προσαγάγῃ τὴν θυσίαν αὐτοῦ βρωθήσεται καὶ τῇ αὔριον. Deutéronome 12.6 Lévitique 19.5-19.8 Deutéronome 12.26 Nombres 15.3 Ezéchiel 46.12
17 καὶ τὸ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται. Exode 12.10 1 Corinthiens 15.4 Osée 6.2 Genèse 22.4 Lévitique 6.22-6.23
18 ἐὰν δὲ φαγὼν φάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ οὐ δεχθήσεται αὐτῷ τῷ προσφέροντι αὐτό οὐ λογισθήσεται αὐτῷ μίασμά ἐστιν ἡ δὲ ψυχή ἥτις ἐὰν φάγῃ ἀπ’ αὐτοῦ τὴν ἁμαρτίαν λήμψεται. Lévitique 19.7-19.8 Lévitique 22.25 Nombres 18.27 Lévitique 11.41 Romains 4.11
19 καὶ κρέα ὅσα ἂν ἅψηται παντὸς ἀκαθάρτου οὐ βρωθήσεται ἐν πυρὶ κατακαυθήσεται πᾶς καθαρὸς φάγεται κρέα. Nombres 19.11-19.16 Romains 14.20 Lévitique 11.24-11.39 Actes 10.15-10.16 Tite 1.15
20 ἡ δὲ ψυχή ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστιν κυρίου καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ αὐτοῦ ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. 1 Corinthiens 11.28 Lévitique 22.3-22.7 Lévitique 15.2-15.33 Genèse 17.14
21 καὶ ψυχή ἣ ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου ἢ ἀπὸ ἀκαθαρσίας ἀνθρώπου ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτων ἢ παντὸς βδελύγματος ἀκαθάρτου καὶ φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστιν κυρίου ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. Lévitique 5.2-5.3 Lévitique 11.10-11.13 Lévitique 11.20 Lévitique 15.1-15.33 Lévitique 12.1-13.59
22 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων. 23 λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων πᾶν στέαρ βοῶν καὶ προβάτων καὶ αἰγῶν οὐκ ἔδεσθε. Lévitique 3.16-3.17 Lévitique 17.6 Romains 8.13 1 Samuel 2.15-2.17 1 Samuel 2.29
24 καὶ στέαρ θνησιμαίων καὶ θηριάλωτον ποιηθήσεται εἰς πᾶν ἔργον καὶ εἰς βρῶσιν οὐ βρωθήσεται. Exode 22.31 Lévitique 17.15 Lévitique 22.8 Deutéronome 14.21 Ezéchiel 4.14
25 πᾶς ὁ ἔσθων στέαρ ἀπὸ τῶν κτηνῶν ὧν προσάξει αὐτῶν κάρπωμα κυρίῳ ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. 26 πᾶν αἷμα οὐκ ἔδεσθε ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν ἀπό τε τῶν πετεινῶν καὶ ἀπὸ τῶν κτηνῶν. Genèse 9.4 Lévitique 17.10-17.14 Actes 15.20 Lévitique 3.17 Actes 15.29
27 πᾶσα ψυχή ἣ ἄν φάγῃ αἷμα ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. Lévitique 7.25 Hébreux 10.29 Lévitique 7.20-7.21
28 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων. 29 καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ὁ προσφέρων θυσίαν σωτηρίου κυρίῳ οἴσει τὸ δῶρον αὐτοῦ κυρίῳ ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου. 1 Jean 1.7 Lévitique 3.1-3.17 Colossiens 1.20
30 αἱ χεῖρες αὐτοῦ προσοίσουσιν τὰ καρπώματα κυρίῳ τὸ στέαρ τὸ ἐπὶ τοῦ στηθυνίου καὶ τὸν λοβὸν τοῦ ἥπατος προσοίσει αὐτὰ ὥστε ἐπιθεῖναι δόμα ἔναντι κυρίου. Nombres 6.20 Lévitique 3.9 Lévitique 3.3-3.4 Lévitique 3.14 Lévitique 8.27
31 καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ στέαρ ἐπὶ τοῦ θυσιαστηρίου καὶ ἔσται τὸ στηθύνιον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ. Lévitique 3.16 Lévitique 3.5 Lévitique 3.11 Lévitique 7.34 Lévitique 8.29
32 καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀφαίρεμα τῷ ἱερεῖ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν. Lévitique 9.21 Lévitique 7.34 Nombres 6.20 Lévitique 8.25-8.26 Lévitique 10.14
33 ὁ προσφέρων τὸ αἷμα τοῦ σωτηρίου καὶ τὸ στέαρ ἀπὸ τῶν υἱῶν Ααρων αὐτῷ ἔσται ὁ βραχίων ὁ δεξιὸς ἐν μερίδι. Lévitique 6.1-6.30 Lévitique 7.3 Lévitique 26.1-26.46
34 τὸ γὰρ στηθύνιον τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ισραηλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν καὶ ἔδωκα αὐτὰ Ααρων τῷ ἱερεῖ καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ισραηλ. Nombres 18.18-18.19 Lévitique 10.14-10.15 Exode 29.9 Exode 29.27-29.28 Lévitique 3.17
35 αὕτη ἡ χρῖσις Ααρων καὶ ἡ χρῖσις τῶν υἱῶν αὐτοῦ ἀπὸ τῶν καρπωμάτων κυρίου ἐν ᾗ ἡμέρᾳ προσηγάγετο αὐτοὺς τοῦ ἱερατεύειν τῷ κυρίῳ. Exode 40.13-40.15 Exode 29.7 Lévitique 8.10-8.12 Exode 28.1 1 Jean 2.27
36 καθὰ ἐνετείλατο κύριος δοῦναι αὐτοῖς ᾗ ἡμέρᾳ ἔχρισεν αὐτούς παρὰ τῶν υἱῶν Ισραηλ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν. Lévitique 8.12 Lévitique 8.30 Exode 40.13-40.15
37 οὗτος ὁ νόμος τῶν ὁλοκαυτωμάτων καὶ θυσίας καὶ περὶ ἁμαρτίας καὶ τῆς πλημμελείας καὶ τῆς τελειώσεως καὶ τῆς θυσίας τοῦ σωτηρίου. Exode 29.1 Lévitique 6.9-6.18 Exode 29.38-29.42 Lévitique 7.11-7.21 Lévitique 6.20-7.7
38 ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ ἐν τῷ ὄρει Σινα ᾗ ἡμέρᾳ ἐνετείλατο τοῖς υἱοῖς Ισραηλ προσφέρειν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα. Lévitique 1.1-1.2

Cette Bible est dans le domaine public.