Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Josué 19.50     

Josué 19.50
Septante


1 καὶ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεων καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρων υἱῶν Ιουδα.Josué 19.9 Genèse 49.5-49.7 Josué 18.6-18.11
2 καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεε καὶ Σαμαα καὶ Κωλαδαμ.1 Chroniques 4.28-4.30 Genèse 21.31 Néhémie 11.26-11.30 Josué 15.28
3 καὶ Αρσωλα καὶ Βωλα καὶ Ασομ.Josué 15.28-15.29
4 καὶ Ελθουλα καὶ Βουλα καὶ Ερμα.Josué 15.30 Juges 1.17
5 καὶ Σικελακ καὶ Βαιθμαχερεβ καὶ Σαρσουσιν.1 Samuel 30.1 Josué 15.31 1 Chroniques 4.31 1 Samuel 27.6
6 καὶ Βαθαρωθ καὶ οἱ ἀγροὶ αὐτῶν πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν.Josué 15.32
7 Ερεμμων καὶ Θαλχα καὶ Εθερ καὶ Ασαν πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν.Josué 15.42 1 Chroniques 4.32 Josué 15.32 Nombres 33.19-33.20
8 κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρεκ πορευομένων Βαμεθ κατὰ λίβα αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεων κατὰ δήμους αὐτῶν.1 Chroniques 4.33 1 Samuel 30.27
9 ἀπὸ τοῦ κλήρου Ιουδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεων ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν Ιουδα μείζων τῆς αὐτῶν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσῳ τοῦ κλήρου αὐτῶν.2 Corinthiens 8.14-8.15 Exode 16.18
10 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλων κατὰ δήμους αὐτῶν ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν Εσεδεκ.Deutéronome 33.18-33.19 Genèse 49.13 Josué 18.6 Josué 18.11
11 Γωλα ὅρια αὐτῶν ἡ θάλασσα καὶ Μαραγελλα καὶ συνάψει ἐπὶ Βαιθαραβα εἰς τὴν φάραγγα ἥ ἐστιν κατὰ πρόσωπον Ιεκμαν.Josué 12.22 1 Rois 4.12 1 Chroniques 6.68
12 καὶ ἀνέστρεψεν ἀπὸ Σεδδουκ ἐξ ἐναντίας ἀπ’ ἀνατολῶν Βαιθσαμυς ἐπὶ τὰ ὅρια Χασελωθαιθ καὶ διελεύσεται ἐπὶ Δαβιρωθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαι.Psaumes 89.12 1 Chroniques 6.72 Josué 21.28 Josué 19.22 Juges 4.12
13 καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ’ ἀνατολὰς ἐπὶ Γεβερε ἐπὶ πόλιν Κατασεμ καὶ διελεύσεται ἐπὶ Ρεμμωνα Αμαθαρ Αοζα.2 Rois 14.25
14 καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ Αμωθ καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαηλ. 15 καὶ Καταναθ καὶ Ναβααλ καὶ Συμοων καὶ Ιεριχω καὶ Βαιθμαν.Josué 11.1 Ruth 1.19 Josué 12.20 2 Samuel 23.15 Juges 1.30
16 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ζαβουλων κατὰ δήμους αὐτῶν πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 17 καὶ τῷ Ισσαχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος. 18 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ιαζηλ καὶ Χασαλωθ καὶ Σουναν.1 Samuel 28.4 2 Rois 4.8 1 Rois 21.15-21.16 2 Rois 8.29 2 Rois 9.30
19 καὶ Αγιν καὶ Σιωνα καὶ Ρεηρωθ καὶ Αναχερεθ. 20 καὶ Δαβιρων καὶ Κισων καὶ Ρεβες. 21 καὶ Ρεμμας καὶ Ιεων καὶ Τομμαν καὶ Αιμαρεκ καὶ Βηρσαφης.Josué 21.29
22 καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβωρ καὶ ἐπὶ Σαλιμ κατὰ θάλασσαν καὶ Βαιθσαμυς καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ Ιορδάνης.Juges 4.6 Josué 19.12 2 Rois 14.11-14.13 Josué 19.38 1 Chroniques 6.77
23 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ισσαχαρ κατὰ δήμους αὐτῶν αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 24 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος Ασηρ.Luc 2.26-2.38
25 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ἐξ Ελεκεθ καὶ Αλεφ καὶ Βαιθοκ καὶ Κεαφ.2 Samuel 2.16 Josué 11.1 Josué 12.20
26 καὶ Ελιμελεκ καὶ Αμιηλ καὶ Μαασα καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιων καὶ Λαβαναθ.1 Rois 18.20 Cantique 7.5 Esaïe 33.9 1 Rois 18.42 1 Chroniques 6.74
27 καὶ ἐπιστρέψει ἀπ’ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενεθ καὶ συνάψει τῷ Ζαβουλων καὶ ἐκ Γαι καὶ Φθαιηλ κατὰ βορρᾶν καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμε καὶ Ιναηλ καὶ διελεύσεται εἰς Χωβα μασομελ.1 Rois 9.13 1 Samuel 5.2
28 καὶ Ελβων καὶ Ρααβ καὶ Εμεμαων καὶ Κανθαν ἕως Σιδῶνος τῆς μεγάλης.Juges 1.31 Josué 11.8 Esaïe 23.12 Esaïe 23.4 Esaïe 23.2
29 καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πηγῆς Μασφασσατ καὶ τῶν Τυρίων καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ιασιφ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ἀπὸ Λεβ καὶ Εχοζοβ.Juges 1.31 2 Samuel 5.11 Esaïe 23.1-23.18 Michée 1.14 Genèse 38.5
30 καὶ Αρχωβ καὶ Αφεκ καὶ Ρααυ.Josué 13.4 1 Samuel 4.1 Nombres 13.11 Josué 21.31 Josué 12.18
31 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ασηρ κατὰ δήμους αὐτῶν πόλεις καὶ αἱ κῶμαι αὐτῶν.Deutéronome 33.24-33.25 Genèse 49.20
32 καὶ τῷ Νεφθαλι ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος. 33 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολαμ καὶ Μωλα καὶ Βεσεμιιν καὶ Αρμε καὶ Ναβωκ καὶ Ιεφθαμαι ἕως Δωδαμ καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ὁ Ιορδάνης.Juges 4.11
34 καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκεῖθεν ιακανα καὶ συνάψει τῷ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν καὶ ὁ Ιορδάνης ἀπ’ ἀνατολῶν ἡλίου.Deutéronome 33.23 Josué 19.22 Josué 19.12
35 καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων Τύρος καὶ Ωμαθα Δακεθ καὶ Κενερεθ.Josué 11.2 1 Rois 8.65 Genèse 10.18 Marc 6.53 Nombres 13.21
36 καὶ Αρμαιθ καὶ Αραηλ καὶ Ασωρ.Josué 11.1 Josué 11.20 Josué 12.19
37 καὶ Καδες καὶ Ασσαρι καὶ πηγὴ Ασορ.Josué 20.7 Josué 12.22
38 καὶ Κερωε καὶ Μεγαλα Αριμ καὶ Βαιθθαμε καὶ Θεσσαμυς. 39 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλι. 40 καὶ τῷ Δαν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος. 41 καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαραθ καὶ Ασα πόλεις Σαμμαυς.Juges 18.2 1 Chroniques 2.53 2 Chroniques 11.10 Josué 15.33 Juges 16.31
42 καὶ Σαλαβιν καὶ Αμμων καὶ Σιλαθα.Juges 1.35 Josué 21.24 Josué 10.12 1 Samuel 14.31
43 καὶ Αιλων καὶ Θαμναθα καὶ Ακκαρων.Genèse 38.12 Amos 1.8 Josué 15.45 Juges 14.1-14.2 1 Samuel 5.10
44 καὶ Αλκαθα καὶ Βεγεθων καὶ Γεβεελαν.1 Rois 9.18 Josué 21.23 1 Rois 16.15 1 Rois 15.27
45 καὶ Αζωρ καὶ Βαναιβακατ καὶ Γεθρεμμων.Josué 21.24
46 καὶ ἀπὸ θαλάσσης Ιερακων ὅριον πλησίον Ιόππης.Jonas 1.3 Actes 9.36 2 Chroniques 2.16 Actes 9.43 Actes 10.8
47 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δαν κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν. καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δαν τὸν Αμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει καὶ οὐκ εἴων αὐτοὺς οἱ Αμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ’ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν.Juges 1.34-1.35 Juges 18.1-18.29
48 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ιουδα καὶ ἐπολέμησαν τὴν Λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδακ. καὶ ὁ Αμορραῖος ὑπέμεινεν τοῦ κατοικεῖν ἐν Ελωμ καὶ ἐν Σαλαμιν καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Εφραιμ ἐπ’ αὐτούς καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον. 49 καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ κλῆρον Ἰησοῖ τῷ υἱῷ Ναυη ἐν αὐτοῖς.Ezéchiel 45.7-45.8
50 διὰ προστάγματος τοῦ θεοῦ καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο Θαμνασαραχ ἥ ἐστιν ἐν τῷ ὄρει Εφραιμ καὶ ᾠκοδόμησεν τὴν πόλιν καὶ κατῴκει ἐν αὐτῇ.Josué 24.30 Juges 2.9 1 Chroniques 7.24
51 αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ισραηλ κατὰ κλήρους ἐν Σηλω ἐναντίον κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν.Josué 14.1 Josué 18.10 Josué 18.1 Jérémie 7.12-7.14 Juges 21.19

Cette Bible est dans le domaine public.