Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 11
SBL Greek New Testament


Entrée triomphale de Jésus à Jérusalem

1 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
Actes 1.12 Matthieu 24.3 Matthieu 21.1-21.11 Matthieu 21.17 Matthieu 26.30
2 καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ ⸀εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς ⸀οὔπω ἀνθρώπων ⸀ἐκάθισεν· ⸂λύσατε αὐτὸν καὶ φέρετε⸃.
Matthieu 21.2-21.3 Luc 19.30-19.31
3 καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ⸀ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ ⸀εὐθὺς αὐτὸν ἀποστέλλει ⸀πάλιν ὧδε.
1 Chroniques 29.12-29.18 Marc 14.15 Actes 17.25 2 Corinthiens 8.9 Actes 10.36
4 ⸂καὶ ἀπῆλθον⸃ καὶ εὗρον πῶλον δεδεμένον ⸀πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
Luc 19.32-19.34 Matthieu 21.6-21.7 Matthieu 26.19 Hébreux 11.8 Jean 2.5
5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον;
6 οἱ δὲ εἶπαν αὐτοῖς καθὼς ⸀εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.
7 καὶ ⸀φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ⸀ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ ⸀αὐτόν.
Luc 19.35-19.36 Zacharie 9.9 Matthieu 21.7-21.8 Matthieu 21.4-21.5 2 Rois 9.13
8 ⸂καὶ πολλοὶ⸃ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας ⸂κόψαντες ἐκ τῶν ἀγρῶν⸃.
Lévitique 23.40
9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ⸀ἔκραζον· Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου·
Psaumes 118.25-118.26 Matthieu 23.39 Matthieu 21.9 Jean 19.15 Jean 12.13
10 Εὐλογημένη ἡ ἐρχομένη ⸀βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Luc 2.14 Psaumes 148.1 Ezéchiel 37.24-37.25 Esaïe 9.6-9.7 Ezéchiel 34.23-34.24
11 Καὶ εἰσῆλθεν εἰς ⸀Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα ⸀ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
Sophonie 1.12 Malachie 3.1 Luc 21.37-21.38 Jean 8.1-8.2 Matthieu 21.10-21.17

Jésus dans le temple

12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν.
Matthieu 21.18-21.22 Matthieu 4.2 Hébreux 2.17 Jean 4.31-4.33 Luc 4.2
13 καὶ ἰδὼν συκῆν ⸀ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα ⸂τι εὑρήσει⸃ ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ⸂ὁ γὰρ καιρὸς οὐκ ἦν⸃ σύκων.
Luc 13.6-13.9 Matthieu 21.19 Luc 12.6-12.7 Luc 10.31 Ruth 2.3
14 καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτῇ· Μηκέτι ⸂εἰς τὸν αἰῶνα ἐκ σοῦ⸃ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
Matthieu 21.19 Jean 15.6 Deutéronome 11.26-11.31 Deutéronome 6.4-6.8 Matthieu 21.44
15 Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ ⸀εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ⸀τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν
Matthieu 21.12-21.16 Jean 2.13-2.17 Luc 19.45-19.47 Deutéronome 14.25-14.26
16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ,
17 καὶ ἐδίδασκεν ⸂καὶ ἔλεγεν⸃ ⸀αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ ⸀πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.
Esaïe 56.7 Jérémie 7.11 Luc 19.46 Jean 2.16 Osée 12.7
18 καὶ ἤκουσαν οἱ ⸂ἀρχιερεῖς καὶ οἱ γραμματεῖς⸃, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ⸂πᾶς γὰρ⸃ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Matthieu 7.28 Marc 12.12 Apocalypse 11.5-11.10 Luc 20.19 Marc 6.20
19 Καὶ ⸀ὅταν ὀψὲ ἐγένετο, ⸀ἐξεπορεύοντο ἔξω τῆς πόλεως.
Luc 21.37 Marc 11.11 Jean 12.36
20 Καὶ ⸂παραπορευόμενοι πρωῒ⸃ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
Jude 1.12 Esaïe 5.4 Jean 15.6 Matthieu 15.13 Esaïe 40.24
21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.
Proverbes 3.33 Matthieu 23.7 1 Corinthiens 16.22 Matthieu 25.41 Zacharie 5.3-5.4
22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ·
Psaumes 62.8 Marc 9.23 Jean 14.1 2 Chroniques 20.20 Colossiens 2.12
23 ⸀ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ ⸀πιστεύῃ ὅτι ⸂ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ⸃.
Matthieu 17.20 Jean 15.7 Jean 14.13 Psaumes 37.4 1 Corinthiens 13.2
24 διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ⸂προσεύχεσθε καὶ αἰτεῖσθε⸃, πιστεύετε ὅτι ⸀ἐλάβετε, καὶ ἔσται ὑμῖν.
Matthieu 21.22 1 Jean 3.22 1 Jean 5.14-5.15 Jacques 1.5-1.6 Matthieu 18.19
25 καὶ ὅταν ⸀στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ⸀ὑμῶν.
Colossiens 3.13 Matthieu 6.14-6.15 Ephésiens 4.32 Jacques 2.13 Matthieu 6.12
27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
Matthieu 21.23-21.27 Luc 20.1-20.8 Jean 18.20 Jean 10.23 Actes 4.5-4.8
28 καὶ ⸀ἔλεγον αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ⸀ἢ τίς σοι ⸂ἔδωκεν τὴν ἐξουσίαν ταύτην⸃ ἵνα ταῦτα ποιῇς;
Exode 2.14 Nombres 16.13 Nombres 16.3 Actes 7.27-7.28 Actes 7.51
29 ὁ δὲ ⸀Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐπερωτήσω ⸀ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
Esaïe 52.13 Matthieu 21.24 Luc 20.3-20.8
30 τὸ βάπτισμα ⸀τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
Jean 1.6-1.8 Luc 3.1-3.20 Matthieu 3.1-3.17 Marc 1.1-1.11 Marc 9.13
31 καὶ ⸀διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ⸂Τί εἴπωμεν;⸃ ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί ⸀οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
Jean 1.29 Jean 1.34 Jean 1.15 Jean 3.29-3.36 Matthieu 21.25-21.27
32 ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν ⸀ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ⸂ὄντως ὅτι⸃ προφήτης ἦν.
Matthieu 21.46 Matthieu 14.5 Matthieu 21.31-21.32 Luc 22.2 Luc 7.26-7.29
33 καὶ ἀποκριθέντες ⸂τῷ Ἰησοῦ λέγουσιν⸃· Οὐκ οἴδαμεν. καὶ ὁ ⸀Ἰησοῦς λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Jean 9.27 Luc 10.21-10.22 Jean 3.10 Proverbes 26.4-26.5 Matthieu 15.14

© 2010 by the Society of Biblical Literature and Logos Bible Software