Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Proverbe 30.17     

Proverbes 30.17
Septante


1 τοὺς ἐμοὺς λόγους υἱέ φοβήθητι καὶ δεξάμενος αὐτοὺς μετανόει τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσιν θεῷ καὶ παύομαι.Proverbes 31.1 2 Pierre 1.19-1.21
2 ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί.Psaumes 73.22 Romains 11.25 Job 42.3-42.6 Psaumes 49.10 Jérémie 10.14
3 θεὸς δεδίδαχέν με σοφίαν καὶ γνῶσιν ἁγίων ἔγνωκα.Proverbes 9.10 Romains 11.33 Jean 17.3 Esaïe 30.11 Ephésiens 3.18-3.19
4 τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ τίς ἐκράτησεν πάντων τῶν ἄκρων τῆς γῆς τί ὄνομα αὐτῷ ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ ἵνα γνῷς.Jean 3.13 Job 38.4-38.41 Apocalypse 19.12 Esaïe 53.8 Esaïe 9.6
5 πάντες λόγοι θεοῦ πεπυρωμένοι ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν.Psaumes 18.30 Psaumes 12.6 Psaumes 84.11 Psaumes 3.3 Psaumes 115.9-115.11
6 μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ.Deutéronome 4.2 Deutéronome 12.32 Apocalypse 22.18-22.19 Job 13.7-13.9 1 Corinthiens 15.15
7 δύο αἰτοῦμαι παρὰ σοῦ μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με.2 Rois 2.9 Psaumes 27.4 Psaumes 21.2 Luc 10.42 1 Rois 3.5-3.9
8 μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη.Matthieu 6.11 Psaumes 62.9-62.10 Luc 11.3 Psaumes 119.29 1 Timothée 6.6-6.8
9 ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω τίς με ὁρᾷ ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ.Deutéronome 31.20 Osée 13.6 Deutéronome 8.10-8.14 Ezéchiel 16.49-16.50 Deutéronome 32.15
10 μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου μήποτε καταράσηταί σε καὶ ἀφανισθῇς.Proverbes 24.23-24.24 Ecclésiaste 7.21 1 Samuel 30.15 Daniel 6.13 Daniel 6.24
11 ἔκγονον κακὸν πατέρα καταρᾶται τὴν δὲ μητέρα οὐκ εὐλογεῖ.Proverbes 20.20 Proverbes 30.17 Proverbes 30.12-30.14 Deutéronome 27.16 Lévitique 20.9
12 ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει τὴν δὲ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν.Luc 18.11 Proverbes 16.2 Jérémie 2.35 Esaïe 65.5 Esaïe 1.16
13 ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται.Proverbes 6.17 Esaïe 2.11 Psaumes 131.1 Habakuk 2.4 Psaumes 101.5
14 ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει καὶ τὰς μύλας τομίδας ὥστε ἀναλίσκειν καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων.Psaumes 57.4 Psaumes 3.7 Psaumes 14.4 Job 29.17 Amos 8.4
15 τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν.Proverbes 30.29 Proverbes 30.21 Proverbes 6.16 Esaïe 56.11-56.12 Ezéchiel 16.44-16.46
16 ᾅδης καὶ ἔρως γυναικὸς καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν ἀρκεῖ.Proverbes 27.20 Habakuk 2.5 Genèse 30.1
17 ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.Proverbes 23.22 Proverbes 30.11 Deutéronome 21.18-21.21 Genèse 9.21-9.27 1 Samuel 17.44
18 τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω.Job 42.3 Psaumes 139.6
19 ἴχνη ἀετοῦ πετομένου καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας καὶ τρίβους νηὸς ποντοπορούσης καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι.Job 39.27 Esaïe 40.31 Exode 22.16
20 τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος ἥ ὅταν πράξῃ ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι ἄτοπον.Proverbes 7.13-7.23 Nombres 5.11-5.30 Proverbes 5.6
21 διὰ τριῶν σείεται ἡ γῆ τὸ δὲ τέταρτον οὐ δύναται φέρειν. 22 ἐὰν οἰκέτης βασιλεύσῃ καὶ ἄφρων πλησθῇ σιτίων.Proverbes 19.10 Ecclésiaste 10.7 1 Samuel 25.36-25.38 1 Samuel 30.16 1 Samuel 25.25
23 καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.Proverbes 21.19 Proverbes 21.9 Proverbes 19.13 Proverbes 27.15 Proverbes 29.21
24 τέσσαρα δέ ἐστιν ἐλάχιστα ἐπὶ τῆς γῆς ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν.Job 12.7
25 οἱ μύρμηκες οἷς μὴ ἔστιν ἰσχὺς καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν.Proverbes 6.6-6.8
26 καὶ οἱ χοιρογρύλλιοι ἔθνος οὐκ ἰσχυρόν οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους.Psaumes 104.18 Lévitique 11.5
27 ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς καὶ ἐκστρατεύει ἀφ’ ἑνὸς κελεύσματος εὐτάκτως.Exode 10.4-10.6 Joël 2.25 Psaumes 105.34 Joël 1.6-1.7 Exode 10.13-10.15
28 καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν κατοικεῖ ἐν ὀχυρώμασιν βασιλέως. 29 τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται καὶ τὸ τέταρτον ὃ καλῶς διαβαίνει. 30 σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος.Juges 14.18 Nombres 23.24
31 καὶ ἀλέκτωρ ἐμπεριπατῶν θηλείαις εὔψυχος καὶ τράγος ἡγούμενος αἰπολίου καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει.Proverbes 16.14 Proverbes 20.2 Daniel 3.15-3.18
32 ἐὰν πρόῃ σεαυτὸν εἰς εὐφροσύνην καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης ἀτιμασθήσῃ.Job 21.5 Job 40.4 Michée 7.16-7.17 Proverbes 17.28 Ecclésiaste 8.3-8.4
33 ἄμελγε γάλα καὶ ἔσται βούτυρον ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας ἐξελεύσεται αἷμα ἐὰν δὲ ἐξέλκῃς λόγους ἐξελεύσονται κρίσεις καὶ μάχαι.Proverbes 29.22 Proverbes 15.18 Proverbes 16.28 Proverbes 28.25 Proverbes 17.14

Cette Bible est dans le domaine public.