Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 1.10     

Esaïe 1.10
Septante


1 ὅρασις ἣν εἶδεν Ησαιας υἱὸς Αμως ἣν εἶδεν κατὰ τῆς Ιουδαίας καὶ κατὰ Ιερουσαλημ ἐν βασιλείᾳ Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου οἳ ἐβασίλευσαν τῆς Ιουδαίας.Esaïe 2.1 Nombres 24.16 2 Chroniques 26.1-32.33 Esaïe 6.1 2 Rois 18.1-20.21
2 ἄκουε οὐρανέ καὶ ἐνωτίζου γῆ ὅτι κύριος ἐλάλησεν υἱοὺς ἐγέννησα καὶ ὕψωσα αὐτοὶ δέ με ἠθέτησαν.Michée 1.2 Deutéronome 32.1 Deutéronome 30.19 Deutéronome 4.26 Michée 6.1-6.2
3 ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ Ισραηλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν.Jérémie 8.7 Esaïe 44.18 Deutéronome 32.28-32.29 Psaumes 94.8 Esaïe 5.12
4 οὐαὶ ἔθνος ἁμαρτωλόν λαὸς πλήρης ἁμαρτιῶν σπέρμα πονηρόν υἱοὶ ἄνομοι ἐγκατελίπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ισραηλ.Esaïe 5.24 Jérémie 2.17 Jérémie 2.13 Jérémie 7.19 Esaïe 5.19
5 τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην.Esaïe 31.6 Jérémie 5.3 Esaïe 9.13 Néhémie 9.34 Jérémie 2.30
6 ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους.Jérémie 6.14 Luc 10.34 Matthieu 9.12 Nahum 3.19 Job 5.18
7 ἡ γῆ ὑμῶν ἔρημος αἱ πόλεις ὑμῶν πυρίκαυστοι τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.Esaïe 6.11 Lévitique 26.34 Ezéchiel 30.12 Deutéronome 28.43 Esaïe 34.9
8 ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιων ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ ὡς πόλις πολιορκουμένη.Zacharie 9.9 Jean 12.15 Zacharie 2.10 Job 27.18 Esaïe 10.32
9 καὶ εἰ μὴ κύριος σαβαωθ ἐγκατέλιπεν ἡμῖν σπέρμα ὡς Σοδομα ἂν ἐγενήθημεν καὶ ὡς Γομορρα ἂν ὡμοιώθημεν.Romains 9.29 Genèse 19.24 Esaïe 37.31-37.32 Esaïe 37.4 Lamentations 3.22
10 ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδομων προσέχετε νόμον θεοῦ λαὸς Γομορρας.Apocalypse 11.8 Deutéronome 32.32 Esaïe 3.9 Amos 3.1 Ezéchiel 16.46
11 τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν λέγει κύριος πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι.Malachie 1.10 Psaumes 50.8 Jérémie 6.20 1 Samuel 15.22 Proverbes 15.8
12 οὐδ’ ἐὰν ἔρχησθε ὀφθῆναί μοι τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν πατεῖν τὴν αὐλήν μου.Exode 23.17 Deutéronome 16.16 Michée 6.8 Exode 34.23 Matthieu 23.5
13 οὐ προσθήσεσθε ἐὰν φέρητε σεμίδαλιν μάταιον θυμίαμα βδέλυγμά μοί ἐστιν τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι νηστείαν καὶ ἀργίαν.Esaïe 66.3 Joël 2.15 Luc 11.42 Exode 12.16 Lamentations 2.6
14 καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου ἐγενήθητέ μοι εἰς πλησμονήν οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν.Amos 5.21 Esaïe 43.24 Esaïe 29.1 Esaïe 7.13 Zacharie 11.8
15 ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν καὶ ἐὰν πληθύνητε τὴν δέησιν οὐκ εἰσακούσομαι ὑμῶν αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.Michée 3.4 Esaïe 59.2-59.3 1 Rois 8.22 Proverbes 1.28 1 Timothée 2.8
16 λούσασθε καθαροὶ γένεσθε ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν.Matthieu 3.8 Esaïe 55.6-55.7 Psaumes 26.6 Tite 2.11-2.14 2 Corinthiens 7.1
17 μάθετε καλὸν ποιεῖν ἐκζητήσατε κρίσιν ῥύσασθε ἀδικούμενον κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν.Jérémie 22.3 Psaumes 82.3-82.4 Sophonie 2.3 Esaïe 1.23 Michée 6.8
18 καὶ δεῦτε καὶ διελεγχθῶμεν λέγει κύριος καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν ὡς χιόνα λευκανῶ ἐὰν δὲ ὦσιν ὡς κόκκινον ὡς ἔριον λευκανῶ.Psaumes 51.7 Esaïe 41.21 Esaïe 43.24-43.26 Apocalypse 7.14 Esaïe 44.22
19 καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.Deutéronome 30.15-30.16 Esaïe 3.10 Esaïe 55.1-55.3 Joël 2.26 Osée 14.1-14.4
20 ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου μάχαιρα ὑμᾶς κατέδεται τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα.Esaïe 58.14 Esaïe 40.5 Michée 4.4 Tite 1.2 Nombres 23.19
21 πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιων πλήρης κρίσεως ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ νῦν δὲ φονευταί.Esaïe 57.3-57.9 Esaïe 5.7 Psaumes 48.8 Apocalypse 11.2 Sophonie 3.1-3.3
22 τὸ ἀργύριον ὑμῶν ἀδόκιμον οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι.Osée 4.18 Lamentations 4.1-4.2 Ezéchiel 22.18-22.22 Jérémie 6.28-6.30 Osée 6.4
23 οἱ ἄρχοντές σου ἀπειθοῦσιν κοινωνοὶ κλεπτῶν ἀγαπῶντες δῶρα διώκοντες ἀνταπόδομα ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσιν χηρῶν οὐ προσέχοντες.Exode 23.8 Michée 7.3 Zacharie 7.10 Matthieu 21.13 Osée 7.3-7.5
24 διὰ τοῦτο τάδε λέγει ὁ δεσπότης κύριος σαβαωθ οὐαὶ οἱ ἰσχύοντες Ισραηλ οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω.Deutéronome 28.63 Esaïe 60.16 Esaïe 49.26 Esaïe 61.2 Ezéchiel 21.17
25 καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους ταπεινώσω.Malachie 3.3 Esaïe 1.22 Jérémie 6.29 Sophonie 3.11 Esaïe 6.11-6.13
26 καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ’ ἀρχῆς καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης μητρόπολις πιστὴ Σιων.Jérémie 33.7 Zacharie 8.3 Zacharie 8.8 Nombres 16.15 Ezéchiel 37.24-37.25
27 μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης.Esaïe 45.21-45.25 2 Corinthiens 5.21 1 Pierre 1.18-1.19 1 Corinthiens 1.30 Esaïe 63.4
28 καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οἱ ἐγκαταλείποντες τὸν κύριον συντελεσθήσονται.Psaumes 1.6 Esaïe 30.13 2 Thessaloniciens 1.8-1.9 Job 31.3 Apocalypse 21.8
29 διότι αἰσχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο καὶ ἐπῃσχύνθησαν ἐπὶ τοῖς κήποις αὐτῶν ἃ ἐπεθύμησαν.Esaïe 66.17 Esaïe 57.5 Esaïe 65.3 Osée 4.13 Ezéchiel 16.63
30 ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων.Esaïe 58.11 Matthieu 21.19 Ezéchiel 31.4-31.18 Jérémie 17.5-17.6 Esaïe 5.6
31 καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οὐκ ἔσται ὁ σβέσων.Esaïe 66.24 Esaïe 9.19 Esaïe 27.4 Matthieu 3.10 Apocalypse 19.20

Cette Bible est dans le domaine public.