Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΚΑΤΑ ΛΟΥΚΑΝ 13.24
SBL Greek New Testament


1 Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.Actes 5.37 Ezéchiel 9.5-9.7 Lamentations 2.20 Matthieu 27.2 1 Pierre 4.17-4.18
2 καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ⸀ταῦτα πεπόνθασιν;Jean 9.2 Actes 28.4 Luc 13.4 Job 22.5-22.16
3 οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε πάντες ⸀ὁμοίως ἀπολεῖσθε.Matthieu 3.2 Matthieu 12.45 Apocalypse 2.21-2.22 Luc 13.5 Actes 3.19
4 ἢ ἐκεῖνοι οἱ ⸀δεκαοκτὼ ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι ⸀αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας ⸀τοὺς ἀνθρώπους τοὺς ⸀κατοικοῦντας Ἰερουσαλήμ;Jean 9.11 Jean 9.7 Matthieu 6.12 Luc 11.4 Néhémie 3.15
5 οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ ⸀μετανοῆτε πάντες ⸀ὡσαύτως ἀπολεῖσθε.Luc 13.3 Ezéchiel 18.30 Esaïe 28.10-28.13
6 Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις ⸂πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ⸃, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν.Jérémie 2.21 Galates 5.22 Matthieu 21.19-21.20 Matthieu 21.34-21.40 Marc 11.12-11.14
7 εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ⸂ἀφ’ οὗ⸃ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ⸀ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ;Luc 3.9 Matthieu 7.19 Exode 32.10 Romains 2.4-2.5 Daniel 4.14
8 ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια·Psaumes 106.23 Jérémie 14.13-14.18 Romains 10.1 Jérémie 15.1 Joël 2.17
9 κἂν μὲν ποιήσῃ καρπὸν ⸂εἰς τὸ μέλλον— εἰ δὲ μήγε,⸃ ἐκκόψεις αὐτήν.Hébreux 6.8 Apocalypse 15.3-15.4 Apocalypse 16.5-16.7 Daniel 9.5-9.8 Esdras 9.14-9.15
10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν.Matthieu 4.23 Luc 4.44 Luc 4.15-4.16
11 καὶ ἰδοὺ ⸀γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη ⸀δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.Luc 13.16 Luc 8.2 Luc 8.43 Jean 5.5-5.6 Jean 9.19-9.21
12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου,Esaïe 65.1 Luc 13.16 Luc 6.8-6.10 Psaumes 107.20 Matthieu 8.16
13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν.Marc 5.23 Psaumes 103.1-103.5 Luc 18.43 Actes 9.17 Psaumes 116.16-116.17
14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ⸀ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ⸀αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.Exode 20.9 Luc 8.41 Matthieu 12.2 Romains 10.2 Actes 18.17
15 ἀπεκρίθη ⸀δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν· Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ⸀ἀπαγαγὼν ποτίζει;Luc 14.5 Actes 13.9-13.10 Matthieu 7.5 Job 34.30 Matthieu 15.7
16 ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;Luc 19.9 Jean 8.44 Luc 3.8 Marc 2.27 Actes 13.26
17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ.Psaumes 132.18 1 Pierre 3.16 Actes 4.21 Esaïe 45.24 Luc 18.43
18 Ἔλεγεν ⸀οὖν· Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;Luc 13.20 Luc 17.21 Lamentations 2.13 Matthieu 13.31-13.32 Matthieu 13.24
19 ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς ⸀δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.Matthieu 17.20 Esaïe 60.15-60.22 Ezéchiel 17.22-17.24 Daniel 2.44-2.45 Esaïe 53.1
20 ⸀Καὶ πάλιν εἶπεν· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ; 21 ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ⸀ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.Matthieu 13.33 1 Corinthiens 5.6 Osée 6.3 Jean 4.14 Jean 15.2
22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ⸀Ἱεροσόλυμα.Luc 9.51 Marc 6.6 Actes 10.38 Marc 10.32-10.34 Matthieu 9.35
23 εἶπεν δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπεν πρὸς αὐτούς·Matthieu 7.14 Luc 12.13-12.15 Actes 1.7-1.8 Marc 13.4-13.5 Matthieu 19.25
24 Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς ⸀θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν,2 Pierre 1.10 Proverbes 21.25 Ecclésiaste 10.15 Philippiens 2.12-2.13 Ezéchiel 33.31
25 ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· ⸀Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.Matthieu 25.10-25.12 Luc 13.27 Matthieu 7.21-7.23 Luc 6.46 2 Corinthiens 6.2
26 τότε ἄρξεσθε λέγειν· Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας·Tite 1.16 Esaïe 58.2 2 Timothée 3.5
27 καὶ ἐρεῖ ⸀λέγων ὑμῖν· Οὐκ ⸀οἶδα πόθεν ἐστέ· ἀπόστητε ἀπ’ ἐμοῦ, πάντες ⸀ἐργάται ἀδικίας.Matthieu 25.41 Luc 13.25 Psaumes 6.8 Osée 9.12 Psaumes 101.8
28 ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ⸀ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.Matthieu 25.30 Matthieu 8.11-8.12 Matthieu 22.13 Luc 23.42-23.43 Luc 10.15
29 καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ⸀ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.Esaïe 49.6 Esaïe 66.18-66.20 Actes 28.28 Malachie 1.11 Ephésiens 3.6-3.8
30 καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.Matthieu 19.30 Matthieu 20.16 Marc 10.31 Matthieu 21.28-21.31 Matthieu 8.11-8.12
31 Ἐν αὐτῇ τῇ ⸀ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.Néhémie 6.9-6.11 Amos 7.12-7.13 Matthieu 14.1 Psaumes 11.1-11.2 Luc 3.1
32 καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ⸀ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.Hébreux 2.10 Hébreux 5.9 Jean 10.32 Luc 3.19-3.20 Marc 6.26-6.28
33 πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ.Matthieu 21.11 Jean 11.54 Jean 11.9 Jean 9.4 Luc 9.53
34 Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν — ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.Matthieu 23.37-23.39 Deutéronome 32.11-32.12 Actes 7.52 Esaïe 30.15 Jérémie 7.23-7.24
35 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ⸀ὑμῶν. λέγω ⸀δὲ ⸀ὑμῖν, οὐ μὴ ⸂ἴδητέ με⸃ ἕως ⸂ἥξει ὅτε⸃ εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.Psaumes 118.26 Matthieu 21.9 Jean 14.19-14.23 Jean 12.35-12.36 Esaïe 40.9-40.11

© 2010 by the Society of Biblical Literature and Logos Bible Software