Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Job 40     

Job 40
Septante


1 καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τῷ Ιωβ καὶ εἶπεν. Job 38.1 Job 40.6
2 μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν. Job 33.13 Job 9.3 Esaïe 45.9-45.11 Job 14.16-14.17 Job 7.19-7.21
3 ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ. 4 τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαῦτα οὐθὲν ὤν ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα χεῖρα θήσω ἐπὶ στόματί μου. Job 29.9 Job 21.5 Job 42.6 Genèse 32.10 Proverbes 30.32
5 ἅπαξ λελάληκα ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Job 33.14 Psaumes 62.11 Job 9.15 Jérémie 31.18-31.19 Job 9.3
6 ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ιωβ ἐκ τοῦ νέφους. Job 38.1 Hébreux 12.18-12.20 2 Pierre 3.10-3.12 Psaumes 50.3-50.4
7 μή ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι. Job 38.3 Job 42.4 Job 23.3-23.4 Job 13.22
8 μὴ ἀποποιοῦ μου τὸ κρίμα οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος. Job 32.2 Job 10.3 Job 34.5-34.6 Romains 3.4 Psaumes 51.4
9 ἦ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου ἢ φωνῇ κατ’ αὐτὸν βροντᾷς. Psaumes 89.13 Job 37.4-37.5 Psaumes 39.3-39.9 Psaumes 89.10 Job 33.12-33.13
10 ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι. Psaumes 93.1 Esaïe 59.17 Psaumes 149.4 Exode 28.2 Matthieu 6.13
11 ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ πᾶν δὲ ὑβριστὴν ταπείνωσον. Daniel 4.37 Esaïe 2.11-2.12 Esaïe 2.17 Nahum 1.6 Romains 2.8-2.9
12 ὑπερήφανον δὲ σβέσον σῆψον δὲ ἀσεβεῖς παραχρῆμα. Esaïe 63.3 Malachie 4.3 1 Samuel 2.7 Actes 1.25 Ecclésiaste 11.3
13 κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον. Esaïe 2.10 Esther 7.8 Job 36.13 Job 14.13 Psaumes 49.14
14 ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου σῶσαι. Ephésiens 2.4-2.9 Psaumes 44.3 Romains 5.6 Esaïe 40.29 Psaumes 44.6
15 ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί χόρτον ἴσα βουσὶν ἐσθίει. Psaumes 104.14 Job 39.8 Genèse 1.24-1.26 Job 40.20
16 ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ’ ὀσφύι ἡ δὲ δύναμις ἐπ’ ὀμφαλοῦ γαστρός. 17 ἔστησεν οὐρὰν ὡς κυπάρισσον τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται. Job 41.23
18 αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός. Job 7.12 Esaïe 48.4
19 τοῦτ’ ἔστιν ἀρχὴ πλάσματος κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ. Job 26.13 Esaïe 27.1 Job 41.33 Psaumes 104.24 Psaumes 7.12
20 ἐπελθὼν δὲ ἐπ’ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ. Psaumes 104.26 Psaumes 104.14 Psaumes 147.8-147.9 Job 40.15
21 ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον. Esaïe 19.6-19.7 Esaïe 35.7
22 σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου. Ezéchiel 17.5 Lévitique 23.40 Esaïe 15.7
23 ἐὰν γένηται πλήμμυρα οὐ μὴ αἰσθηθῇ πέποιθεν ὅτι προσκρούσει ὁ Ιορδάνης εἰς τὸ στόμα αὐτοῦ. Genèse 13.10 Psaumes 55.8 Esaïe 28.16 Esaïe 37.25 Josué 3.15
24 ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν ἐνσκολιευόμενος τρήσει ῥῖνα. Job 41.1-41.2
25 ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ περιθήσεις δὲ φορβεὰν περὶ ῥῖνα αὐτοῦ. 26 εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ. 27 λαλήσει δέ σοι δεήσει ἱκετηρίᾳ μαλακῶς. 28 θήσεται δὲ διαθήκην μετὰ σοῦ λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον. 29 παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ. 30 ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη μεριτεύονται δὲ αὐτὸν φοινίκων γένη. 31 πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐρᾶς αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ. 32 ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ καὶ μηκέτι γινέσθω.

Cette Bible est dans le domaine public.