Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 8.16
SBL Greek New Testament


1 ⸂Καταβάντος δὲ αὐτοῦ⸃ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.Matthieu 8.18 Matthieu 4.25-5.1 Matthieu 20.29 Luc 5.15 Matthieu 15.30
2 καὶ ἰδοὺ λεπρὸς ⸀προσελθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.Matthieu 18.26 Matthieu 15.25 Marc 1.40-1.45 Jean 9.38 Luc 17.12-17.19
3 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο ⸀αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.Luc 5.13 Psaumes 33.9 Marc 7.34 Genèse 1.3 2 Rois 5.14
4 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.Lévitique 14.2-14.32 Luc 5.14 Marc 7.36 Matthieu 9.30 Luc 17.14
5 ⸂Εἰσελθόντος δὲ αὐτοῦ⸃ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸνLuc 7.1-7.10 Matthieu 9.1 Actes 27.31 Actes 10.1-10.33 Actes 22.25
6 καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.Matthieu 4.24 Marc 2.3-2.12 Actes 8.7 1 Timothée 6.2 Colossiens 4.1
7 ⸀καὶ λέγει ⸀αὐτῷ· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.Matthieu 9.18-9.19 Marc 5.23-5.24 Luc 7.6
8 ⸂καὶ ἀποκριθεὶς⸃ ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου·Psaumes 107.20 Luc 7.6-7.7 Matthieu 3.14 Luc 15.19 Matthieu 3.11
9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ⸀ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ.Colossiens 3.22 Psaumes 148.8 Psaumes 107.25-107.29 Marc 4.39-4.41 Job 38.34-38.35
10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, ⸂παρ’ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ⸃ εὗρον.Matthieu 15.28 Luc 5.20 Marc 6.6 Luc 7.9 Luc 7.50
11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·Luc 13.28-13.29 Malachie 1.11 Esaïe 59.19 Ephésiens 3.6 Michée 4.1-4.2
12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.Matthieu 13.42 Matthieu 25.30 Luc 13.28 Matthieu 13.50 Matthieu 24.51
13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ· Ὕπαγε, ⸀ὡς ἐπίστευσας γενηθήτω σοι· καὶ ἰάθη ὁ ⸀παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.Matthieu 9.22 Jean 4.50 Matthieu 15.28 Matthieu 8.4 Matthieu 17.20
14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·Luc 4.38-4.41 Marc 1.29-1.34 1 Corinthiens 9.5 Matthieu 8.20 Matthieu 17.25
15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ.2 Rois 13.21 Actes 19.11-19.13 Luc 8.54 Luc 4.38-4.39 Esaïe 6.7
16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν·Actes 19.13-19.16 Luc 4.40 Exode 15.26 Actes 5.15 Marc 2.3
17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.Esaïe 53.4 1 Pierre 2.24 Matthieu 1.22
18 Ἰδὼν δὲ ὁ Ἰησοῦς ⸂πολλοὺς ὄχλους⸃ περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.Marc 4.35 Luc 8.22 Jean 6.15 Matthieu 14.22 Marc 6.45
19 καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.Luc 14.25-14.27 Esdras 7.6 Jean 13.36-13.38 Luc 22.33-22.34 1 Corinthiens 1.20
20 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.Psaumes 84.3 Matthieu 12.40 Luc 2.16 Luc 2.7 Psaumes 109.22
21 ἕτερος δὲ τῶν ⸀μαθητῶν εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.Luc 9.59-9.62 Lévitique 21.11-21.12 Nombres 6.6-6.7 Aggée 1.2 1 Rois 19.20-19.21
22 ὁ δὲ Ἰησοῦς ⸀λέγει αὐτῷ· Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.Ephésiens 5.14 Jean 1.43 Ephésiens 2.1 Ephésiens 2.5 Colossiens 2.13
23 Καὶ ἐμβάντι αὐτῷ ⸀εἰς πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.Luc 8.22-8.25 Marc 4.36-4.41 Matthieu 9.1 Luc 7.22
24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν.Luc 8.23 Jonas 1.4-1.5 Marc 4.37-4.38 Actes 27.14-27.38 Jean 6.17-6.18
25 καὶ ⸀προσελθόντες ἤγειραν αὐτὸν λέγοντες· Κύριε, ⸀σῶσον, ἀπολλύμεθα.2 Chroniques 14.11 Luc 8.24 Psaumes 44.22-44.23 Jonas 1.6 Marc 4.38-4.39
26 καὶ λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.Esaïe 41.10-41.14 Matthieu 6.30 Psaumes 65.7 Luc 8.24-8.25 Matthieu 16.8
27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ⸂αὐτῷ ὑπακούουσιν⸃;Marc 1.27 Matthieu 15.31 Marc 6.51 Marc 7.37 Matthieu 14.33
28 Καὶ ⸂ἐλθόντος αὐτοῦ⸃ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν ⸀Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.Actes 10.38 Luc 8.26-8.39 Marc 5.1-5.20 Matthieu 4.24 Juges 5.6
29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ ⸀σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;Marc 1.24 Luc 4.34 Marc 5.7 Jean 2.4 2 Samuel 16.10
30 ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.Marc 5.11 Esaïe 65.3-65.4 Luc 8.32 Esaïe 66.3 Lévitique 11.7
31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ⸂ἀπόστειλον ἡμᾶς⸃ εἰς τὴν ἀγέλην τῶν χοίρων.Apocalypse 12.12 Luc 8.30-8.33 Marc 5.7 Marc 5.12 Apocalypse 20.1-20.2
32 καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς ⸂τοὺς χοίρους⸃· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ⸀ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.1 Rois 22.22 Actes 2.23 Marc 5.13 Apocalypse 20.7 Job 2.3-2.8
33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.Luc 8.34-8.36 Marc 5.14-5.16 Actes 19.15-19.17
34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ⸀ὑπάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.Actes 16.39 Luc 5.8 1 Rois 17.18 Luc 8.28 Deutéronome 5.25

© 2010 by the Society of Biblical Literature and Logos Bible Software