Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5.42
SBL Greek New Testament


1 Μετὰ ταῦτα ⸀ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ⸀ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα.Lévitique 23.2-23.4 Exode 23.14-23.17 Exode 34.23 Deutéronome 16.16 Jean 2.13
2 ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ ⸀Βηθεσδά, πέντε στοὰς ἔχουσα·Néhémie 3.1 Néhémie 12.39 Jean 19.20 Jean 19.13 Esaïe 22.9
3 ἐν ταύταις κατέκειτο ⸀πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ⸀ξηρῶν.Romains 8.25 Lamentations 3.26 Jacques 5.7 Luc 7.22 Matthieu 15.30
5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ ⸀τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ ⸀αὐτοῦ·Marc 9.21 Actes 14.8 Actes 9.33 Actes 4.22 Jean 9.1
6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι;Hébreux 4.15 Hébreux 4.13 Jérémie 13.27 Luc 18.41 Psaumes 142.3
7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει.Deutéronome 32.36 1 Corinthiens 9.24 Psaumes 142.4 2 Corinthiens 1.8-1.10 Psaumes 72.12
8 λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸀Ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.Luc 5.24 Matthieu 9.6 Marc 2.11 Actes 9.34
9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.Jean 9.14 Luc 13.10-13.16 Marc 5.41-5.42 Jean 5.10-5.12 Marc 5.29
10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν, ⸀καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν ⸀κράβαττον.Jérémie 17.21 Luc 6.2 Luc 13.14 Néhémie 13.15-13.21 Marc 2.24
11 ⸂ὃς δὲ⸃ ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.Jean 9.16 Marc 2.9-2.11
12 ἠρώτησαν ⸀οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι· ⸀Ἆρον καὶ περιπάτει;1 Samuel 14.38 Romains 10.2 Juges 6.29 Matthieu 21.23
13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.Luc 24.31 Jean 8.59 Luc 4.30 Jean 14.9
14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν ⸂σοί τι⸃ γένηται.Jean 8.11 Lévitique 26.23-26.24 Psaumes 118.18 Néhémie 9.28 1 Pierre 4.3
15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ⸀ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.Jean 9.34 Jean 9.11-9.12 Jean 9.25 Jean 9.15 Jean 4.29
16 καὶ διὰ τοῦτο ἐδίωκον ⸂οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν⸃ ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.Jean 15.20 Actes 9.4-9.5 Matthieu 12.13 Jean 7.25 Jean 10.39
17 ὁ ⸀δὲ ἀπεκρίνατο αὐτοῖς· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι.Jean 14.10 Jean 9.4 Psaumes 65.6 Actes 17.28 Matthieu 10.29
18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.Jean 10.33 Jean 8.58 Jean 19.7 Jean 5.23 Jean 10.30
19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ ⸀ἔλεγεν αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν ⸀ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.Jean 8.28 Jean 12.49 Jean 14.10 Jean 5.28-5.30 Jean 11.25-11.26
20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.Jean 3.35 Matthieu 3.17 2 Pierre 1.17 Jean 14.12 Jean 17.26
21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.Jean 11.25 Romains 8.11 Luc 7.14-7.15 Jean 11.43-11.44 Luc 8.54-8.55
22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ,Jean 5.27 Actes 10.42 Actes 17.31 Jean 9.39 Matthieu 28.18
23 ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν.1 Jean 2.23 Jean 15.23-15.24 Luc 10.16 1 Corinthiens 6.19 2 Thessaloniciens 2.16-2.17
24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.Jean 3.18 Jean 3.36 1 Jean 5.11-5.13 1 Jean 3.14 Jean 3.16
25 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ⸀ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ⸀ζήσουσιν.Jean 4.23 Luc 15.24 Apocalypse 3.1 Jean 5.28 Ephésiens 2.5
26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ⸂καὶ τῷ υἱῷ ἔδωκεν⸃ ζωὴν ἔχειν ἐν ἑαυτῷ·Jean 1.4 Jérémie 10.10 1 Timothée 6.16 Jean 14.6 1 Corinthiens 15.45
27 καὶ ἐξουσίαν ἔδωκεν ⸀αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.Actes 10.42 Jean 5.22 Actes 17.31 1 Pierre 3.22 Psaumes 2.6-2.9
28 μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ⸀ἀκούσουσιν τῆς φωνῆς αὐτοῦApocalypse 20.12 1 Thessaloniciens 4.14-4.17 1 Corinthiens 15.22 Job 19.25-19.26 1 Corinthiens 15.42-15.54
29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ ⸀δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.Romains 2.6-2.10 Daniel 12.2-12.3 Actes 24.15 Matthieu 25.31-25.46 Galates 6.8-6.10
30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός ⸀με.Jean 4.34 Jean 5.19 Jean 6.38 Matthieu 26.39 Jean 8.28
31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής·Jean 8.13-8.14 Jean 8.54 Proverbes 27.2 Apocalypse 3.14
32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.1 Jean 5.6-5.9 Jean 1.33 Jean 5.36-5.37 Jean 8.17-8.18 Jean 12.28-12.30
33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ·Jean 1.29-1.34 Jean 3.26-3.36 Jean 1.15-1.27 Jean 1.6-1.8
34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.Jean 20.31 Luc 19.41-19.42 1 Jean 5.9 1 Timothée 2.3-2.4 Luc 19.10
35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ·2 Pierre 1.19 Matthieu 21.26 Matthieu 13.20-13.21 Luc 7.28 Matthieu 11.7-11.9
36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν ⸀μείζω τοῦ Ἰωάννου, τὰ γὰρ ἔργα ἃ ⸀δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ⸀ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν,Jean 10.25 Jean 15.24 Jean 3.2 1 Jean 5.9 Matthieu 11.4
37 καὶ ὁ πέμψας με πατὴρ ⸀ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ ⸂πώποτε ἀκηκόατε⸃ οὔτε εἶδος αὐτοῦ ἑωράκατε,Jean 8.18 Jean 1.18 Matthieu 3.17 Deutéronome 4.12 1 Timothée 1.17
38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ⸂ἐν ὑμῖν μένοντα⸃, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.1 Jean 2.14 Deutéronome 6.6-6.9 Jean 5.46-5.47 Jean 1.11 Proverbes 2.1-2.2
39 Ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ·Luc 24.27 2 Pierre 1.19-1.21 Esaïe 34.16 2 Timothée 3.14-3.17 Luc 24.44
40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.Matthieu 23.37 Jean 3.19 Jean 6.37 Esaïe 49.7 Romains 6.23
41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω,1 Thessaloniciens 2.6 Jean 5.34 Jean 7.18 Jean 8.54 1 Pierre 2.21
42 ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.Jean 2.25 1 Jean 3.17 Romains 8.7 1 Jean 2.15 Jean 8.47
43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε.Jean 10.25 Jean 17.4-17.6 Matthieu 24.5 Jean 8.28-8.29 Jean 12.28
44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρ’ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε;Romains 2.29 1 Pierre 1.7 Jérémie 13.23 Jean 3.20 Galates 5.19-5.21
45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.Romains 3.19-3.20 Jean 9.28-9.29 Romains 2.17-2.29 Galates 3.10 Jean 7.19
46 εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.Deutéronome 18.15 Deutéronome 18.18-18.19 Jean 1.45 Actes 26.22 Luc 24.27
47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;Luc 16.31 Luc 16.29

© 2010 by the Society of Biblical Literature and Logos Bible Software