Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 22.44
SBL Greek New Testament


1 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ⸂ἐν παραβολαῖς αὐτοῖς⸃ λέγων·Luc 14.16 Matthieu 12.43-12.45 Luc 8.10 Matthieu 20.1-20.16 Matthieu 21.28-21.46
2 Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.Matthieu 13.24 Matthieu 22.2-22.14 Ephésiens 5.24-5.32 Apocalypse 19.7-19.9 Jean 3.29-3.30
3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.Luc 19.27 Luc 15.28 Luc 14.15-14.17 1 Samuel 9.13 Luc 9.1-9.6
4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ⸀ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.Matthieu 21.36 Luc 10.1-10.16 Proverbes 9.1-9.2 Jean 6.50-6.57 Néhémie 9.17
5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ⸀ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ⸁ὃς δὲ ⸀ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·Hébreux 2.3 Proverbes 1.24-1.25 Psaumes 106.24-106.25 1 Jean 2.15-2.16 Proverbes 1.7
6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.Matthieu 21.35-21.39 Actes 5.40-5.41 Actes 7.51-7.57 Jean 15.19-15.20 Matthieu 23.34-23.37
7 ⸂ὁ δὲ βασιλεὺς⸃ ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.Luc 19.27 1 Pierre 4.17-4.18 Esaïe 10.5-10.7 Jérémie 51.20-51.23 1 Thessaloniciens 2.16
8 τότε λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·Luc 20.35 Apocalypse 3.4 Actes 13.46 Matthieu 10.37-10.38 Apocalypse 22.14
9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ⸀ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους.Luc 14.21-14.24 Luc 24.47 Esaïe 55.6-55.7 Apocalypse 22.17 Actes 13.47
10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ⸀οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ ⸀γάμος ἀνακειμένων.Matthieu 13.47-13.48 Matthieu 13.38 2 Corinthiens 12.21 Apocalypse 7.9 Matthieu 25.10
11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·Ephésiens 4.24 Colossiens 3.10-3.11 Zacharie 3.3-3.4 Galates 3.27 Apocalypse 19.8
12 καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.Matthieu 20.13 Matthieu 26.50 Matthieu 5.20 Psaumes 107.42 Romains 3.19
13 τότε ⸂ὁ βασιλεὺς εἶπεν⸃ τοῖς διακόνοις· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ⸂ἐκβάλετε αὐτὸν⸃ εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.Matthieu 8.12 Matthieu 25.30 Matthieu 13.42 Matthieu 13.50 Luc 13.28
14 πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.Apocalypse 17.14 2 Pierre 1.10 Matthieu 7.13-7.14 Matthieu 20.16 Luc 13.23-13.24
15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.Marc 12.13-12.17 Luc 20.20-20.26 Hébreux 12.3 Psaumes 41.6 Psaumes 57.6
16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν ⸀λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·Marc 3.6 Marc 8.15 Esaïe 59.13-59.15 Matthieu 26.49 Matthieu 22.24
17 εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;Luc 2.1 Matthieu 17.25 Luc 3.1 Actes 28.22 Jean 19.12-19.15
18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί;Jean 2.25 Jean 8.6 Luc 5.22 Marc 12.5 Actes 5.9
19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.Matthieu 20.2 Apocalypse 6.6 Matthieu 18.28
20 καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;Luc 20.24
21 λέγουσιν ⸀αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.Romains 13.7 Malachie 1.6-1.8 Daniel 6.20-6.23 Matthieu 22.37 Matthieu 4.10
22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.Marc 12.12 Matthieu 22.46 Luc 21.15 Luc 20.25-20.26 Actes 6.10
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, ⸀λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸνMatthieu 3.7 Actes 4.1 Luc 20.27-20.40 Actes 5.17 Marc 12.18-12.27
24 λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.Luc 6.46 Matthieu 22.16 Luc 20.28 Genèse 38.8 Marc 12.19
25 ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος ⸀γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·Marc 12.19-12.23 Luc 20.29-20.33 Hébreux 9.27
26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά· 27 ὕστερον δὲ πάντων ἀπέθανεν ⸀ἡ γυνή. 28 ἐν τῇ ⸂ἀναστάσει οὖν⸃ τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν. 29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ·Jean 20.9 Esaïe 26.19 Romains 15.4 Daniel 12.2-12.3 Jérémie 32.17
30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται, ἀλλ’ ὡς ἄγγελοι ⸀θεοῦ ἐν ⸀τῷ οὐρανῷ εἰσιν·Luc 20.34-20.36 Marc 12.24-12.25 Matthieu 24.38 Psaumes 103.20 1 Jean 3.1-3.2
31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος·Matthieu 21.16 Matthieu 12.3 Matthieu 21.42 Matthieu 9.13 Matthieu 12.7
32 Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ⸂ὁ θεὸς⸃ νεκρῶν ἀλλὰ ζώντων.Exode 3.6 Actes 7.32 Hébreux 11.16 Marc 12.26-12.27 Luc 20.37-20.38
33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.Luc 20.39-20.40 Jean 7.46 Marc 6.2 Luc 4.22 Matthieu 22.22
34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό.Marc 12.28-12.31 Actes 21.28-21.30 Jean 11.47-11.50 Esaïe 41.5-41.7 Matthieu 25.3-25.5
35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων ⸀αὐτόν·Luc 7.30 Luc 11.52 Luc 14.3 Luc 11.45-11.46 Matthieu 22.18
36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;Marc 12.28-12.33 Osée 8.12 Luc 11.42 Matthieu 15.6 Matthieu 5.19-5.20
37 ὁ ⸀δὲ ἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ ⸀τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ ⸁τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου·Deutéronome 6.5 Luc 10.27 Marc 12.29-12.30 Deutéronome 30.6 Deutéronome 10.12
38 αὕτη ἐστὶν ⸂ἡ μεγάλη καὶ πρώτη⸃ ἐντολή. 39 Δευτέρα ⸀δὲ ὁμοία ⸀αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.Lévitique 19.18 Matthieu 19.19 Galates 5.14 Marc 12.31 Jacques 2.8
40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος ⸂κρέμαται καὶ οἱ προφῆται⸃.Matthieu 7.12 Romains 13.9 1 Jean 4.19-4.21 1 Jean 4.7-4.11 Jean 1.17
41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ ἸησοῦςMarc 12.35-12.37 Luc 20.41-20.44 Matthieu 22.34 Matthieu 22.15
42 λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ.Jean 6.68-6.69 Matthieu 1.1 1 Pierre 2.4-2.7 Jérémie 23.5-23.6 Esaïe 9.6-9.7
43 λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι ⸂καλεῖ αὐτὸν κύριον⸃ λέγων·Apocalypse 4.2 2 Samuel 23.2 2 Pierre 1.21 Apocalypse 1.10 Actes 2.30-2.31
44 ⸀Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτω τῶν ποδῶν σου;Psaumes 110.1 1 Corinthiens 15.25 Actes 2.34-2.35 Hébreux 1.13 Genèse 3.15
45 εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;Romains 1.3-1.4 Apocalypse 22.16 Jean 8.58 Philippiens 2.6-2.8 Hébreux 2.14
46 καὶ οὐδεὶς ἐδύνατο ⸂ἀποκριθῆναι αὐτῷ⸃ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.Luc 20.40 Marc 12.34 Luc 14.6 Esaïe 50.2-50.9 Actes 4.14

© 2010 by the Society of Biblical Literature and Logos Bible Software