Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 1 Chroniques 9     

1 Chroniques 9
Septante


Premiers habitants de Jérusalem après l’exil

1 καὶ πᾶς Ισραηλ ὁ συλλοχισμὸς αὐτῶν καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν.
2 Chroniques 36.9-36.10 Esdras 2.59 Esdras 2.62-2.63 1 Chroniques 5.25-5.26 Jérémie 39.9
2 καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ισραηλ οἱ ἱερεῖς οἱ Λευῖται καὶ οἱ δεδομένοι.
Néhémie 7.73 Esdras 2.43 Esdras 8.20 Esdras 2.70 Esdras 2.58
3 καὶ ἐν Ιερουσαλημ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ιουδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ ἀπὸ τῶν υἱῶν Εφραιμ καὶ Μανασση.
Néhémie 11.1 2 Chroniques 30.11 Néhémie 11.4-11.9 2 Chroniques 11.16
4 Γωθι υἱὸς Αμμιουδ υἱοῦ Αμρι υἱοῦ υἱῶν Φαρες υἱοῦ Ιουδα.
Genèse 46.12 1 Chroniques 2.5 Nombres 26.20 Néhémie 11.6 Néhémie 8.7
5 καὶ ἐκ τῶν Σηλωνι Ασαια πρωτότοκος αὐτοῦ καὶ υἱοὶ αὐτοῦ.
Nombres 26.20 Néhémie 11.5
6 ἐκ τῶν υἱῶν Ζαρα Ιιηλ καὶ ἀδελφοὶ αὐτῶν ἑξακόσιοι καὶ ἐνενήκοντα.
1 Chroniques 2.4 1 Chroniques 2.6 Nombres 26.20 Genèse 38.30
7 καὶ ἐκ τῶν υἱῶν Βενιαμιν Σαλω υἱὸς Μοσολλαμ υἱοῦ Ωδουια υἱοῦ Σαναα.
Néhémie 11.7 Néhémie 10.20 Néhémie 8.4
8 καὶ Ιβαναα υἱὸς Ιρααμ καὶ οὗτοι υἱοὶ Οζι υἱοῦ Μαχιρ καὶ Μασσαλημ υἱὸς Σαφατια υἱοῦ Ραγουηλ υἱοῦ Βαναια.
9 καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν ἐννακόσιοι πεντήκοντα ἕξ πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ’ οἴκους πατριῶν αὐτῶν.
Néhémie 11.8
10 καὶ ἀπὸ τῶν ἱερέων Ιωδαε καὶ Ιωαριμ καὶ Ιαχιν.
Néhémie 12.19 Néhémie 11.10-11.24
11 καὶ Αζαρια υἱὸς Χελκια υἱοῦ Μοσολλαμ υἱοῦ Σαδωκ υἱοῦ Μαραιωθ υἱοῦ Αχιτωβ ἡγούμενος οἴκου τοῦ θεοῦ.
Néhémie 11.11 Nombres 4.15-4.16 1 Chroniques 6.8-6.15 Actes 5.24 1 Chroniques 24.5
12 καὶ Αδαια υἱὸς Ιρααμ υἱοῦ Πασχωρ υἱοῦ Μαλχια καὶ Μαασαια υἱὸς Αδιηλ υἱοῦ Ιεδιου υἱοῦ Μοσολλαμ υἱοῦ Μασελμωθ υἱοῦ Εμμηρ.
1 Chroniques 24.14 Néhémie 11.12-11.13 Néhémie 7.40 Esdras 2.37
13 καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ θεοῦ.
1 Chroniques 26.6 1 Chroniques 26.32 Néhémie 11.14 1 Chroniques 26.30
14 καὶ ἐκ τῶν Λευιτῶν Σαμαια υἱὸς Ασωβ υἱοῦ Εσρικαμ υἱοῦ Ασαβια ἐκ τῶν υἱῶν Μεραρι.
1 Chroniques 6.29 Néhémie 11.15-11.19 Nombres 26.57 Néhémie 12.24 1 Chroniques 6.19
15 καὶ Βακβακαρ καὶ Αρης καὶ Γαλαλ καὶ Μανθανιας υἱὸς Μιχα υἱοῦ Ζεχρι υἱοῦ Ασαφ.
Néhémie 11.22 1 Chroniques 12.25 1 Chroniques 12.35 Néhémie 10.12 1 Chroniques 25.2
16 καὶ Αβδια υἱὸς Σαμια υἱοῦ Γαλαλ υἱοῦ Ιδιθων καὶ Βαραχια υἱὸς Οσσα υἱοῦ Ηλκανα ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατι.
1 Chroniques 12.25 1 Chroniques 2.54 Néhémie 11.17 2 Chroniques 35.15 Néhémie 7.26
17 οἱ πυλωροί Σαλωμ καὶ Ακουβ καὶ Ταλμαν καὶ Αιμαν καὶ ἀδελφοὶ αὐτῶν Σαλωμ ὁ ἄρχων.
1 Chroniques 26.1-26.32 1 Chroniques 23.5 Néhémie 11.19
18 καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ’ ἀνατολάς αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευι.
Ezéchiel 46.1-46.2 1 Rois 10.5 1 Chroniques 26.12-26.19 Ezéchiel 44.2-44.3 2 Rois 11.19
19 καὶ Σαλωμ υἱὸς Κωρη υἱοῦ Αβιασαφ υἱοῦ Κορε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ οἱ Κορῖται ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς κυρίου φυλάσσοντες τὴν εἴσοδον.
1 Chroniques 6.22-6.23 1 Chroniques 26.7-26.8 Nombres 26.9-26.11 1 Chroniques 26.13-26.19 Psaumes 49.1
20 καὶ Φινεες υἱὸς Ελεαζαρ ἡγούμενος ἦν ἐπ’ αὐτῶν ἔμπροσθεν καὶ οὗτοι μετ’ αὐτοῦ.
Nombres 4.16 1 Samuel 16.18 Nombres 25.7-25.13 Nombres 3.32 Nombres 4.33
21 Ζαχαριας υἱὸς Μασαλαμι πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
1 Chroniques 26.14 1 Chroniques 26.2
22 πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν ὁ καταλοχισμὸς αὐτῶν τούτους ἔστησεν Δαυιδ καὶ Σαμουηλ ὁ βλέπων τῇ πίστει αὐτῶν.
1 Samuel 9.9 1 Chroniques 9.25-9.26 2 Chroniques 31.18 1 Chroniques 28.21 Néhémie 12.44
23 καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ κυρίου ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν.
Néhémie 12.45 2 Chroniques 23.19 1 Chroniques 23.32 Ezéchiel 44.10-44.11 Ezéchiel 44.14
24 κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι κατ’ ἀνατολάς θάλασσαν βορρᾶν νότον.
1 Chroniques 26.14-26.18
25 καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων.
2 Rois 11.5 2 Chroniques 23.8 2 Rois 11.7
26 ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ.
1 Chroniques 26.20-26.27 2 Chroniques 31.5-31.12 Néhémie 13.5 Néhémie 10.38-10.39
27 καὶ περικύκλῳ οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν ὅτι ἐπ’ αὐτοὺς φυλακή καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.
1 Chroniques 23.30-23.32 Malachie 1.10 Romains 12.7 1 Samuel 3.15
28 καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά.
Nombres 23.25-23.27 Néhémie 13.4-13.5 Esdras 8.25-8.30 1 Chroniques 26.22-26.26 Néhémie 12.44
29 καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως τοῦ οἴνου τοῦ ἐλαίου τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων.
1 Chroniques 23.29 Exode 30.23-30.38 Exode 27.20
30 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα.
Exode 30.23-30.25 Exode 37.29 Exode 30.33 Exode 30.35-30.38
31 καὶ Ματταθιας ἐκ τῶν Λευιτῶν οὗτος ὁ πρωτότοκος τῷ Σαλωμ τῷ Κορίτῃ ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως.
1 Chroniques 9.19 1 Chroniques 9.22 1 Chroniques 9.17 1 Chroniques 9.26 Lévitique 2.5
32 καὶ Βαναιας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον.
Lévitique 24.5-24.8 1 Chroniques 6.33-6.48 Exode 25.30
33 καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν διατεταγμέναι ἐφημερίαι ὅτι ἡμέρα καὶ νὺξ ἐπ’ αὐτοῖς ἐν τοῖς ἔργοις.
1 Chroniques 6.31-6.33 1 Chroniques 25.1-25.31 1 Chroniques 15.16-15.22 Psaumes 134.1-134.2 Néhémie 11.22-11.23
34 οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες οὗτοι κατῴκησαν ἐν Ιερουσαλημ.
1 Chroniques 9.13 Néhémie 11.1-11.15

Généalogie de Saül et de Jonathan

35 καὶ ἐν Γαβαων κατῴκησεν πατὴρ Γαβαων Ιιηλ καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχα.
1 Chroniques 2.23-2.24 1 Chroniques 2.50-2.52 1 Chroniques 8.29-8.40 1 Chroniques 2.45
36 καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Αβαδων καὶ Σιρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ.
1 Chroniques 9.39 1 Chroniques 8.33
37 καὶ Γεδουρ καὶ ἀδελφὸς καὶ Ζαχαρια καὶ Μακελλωθ.
1 Chroniques 8.31
38 καὶ Μακελλωθ ἐγέννησεν τὸν Σαμαα καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν.
1 Chroniques 8.32
39 καὶ Νηρ ἐγέννησεν τὸν Κις καὶ Κις ἐγέννησεν τὸν Σαουλ καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ισβααλ.
1 Samuel 13.22 1 Samuel 14.1 1 Chroniques 10.2 1 Samuel 14.49-14.51 1 Chroniques 8.33-8.38
40 καὶ υἱὸς Ιωναθαν Μαριβααλ καὶ Μαριβααλ ἐγέννησεν τὸν Μιχα.
2 Samuel 4.4 1 Chroniques 8.34-8.36
41 καὶ υἱοὶ Μιχα Φαιθων καὶ Μαλαχ καὶ Θαραχ.
1 Chroniques 8.35
42 καὶ Αχαζ ἐγέννησεν τὸν Ιαδα καὶ Ιαδα ἐγέννησεν τὸν Γαλεμεθ καὶ τὸν Γαζμωθ καὶ τὸν Ζαμβρι καὶ Ζαμβρι ἐγέννησεν τὸν Μασα.
1 Chroniques 8.36
43 καὶ Μασα ἐγέννησεν τὸν Βαανα Ραφαια υἱὸς αὐτοῦ Ελεασα υἱὸς αὐτοῦ Εσηλ υἱὸς αὐτοῦ.
1 Chroniques 8.37
44 καὶ τῷ Εσηλ ἓξ υἱοί καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν Εσδρικαμ πρωτότοκος αὐτοῦ Ισμαηλ καὶ Σαρια καὶ Αβδια καὶ Αναν οὗτοι υἱοὶ Εσηλ.

Cette Bible est dans le domaine public.