Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 10     

Esaïe 10
Septante


1 οὐαὶ τοῖς γράφουσιν πονηρίαν γράφοντες γὰρ πονηρίαν γράφουσιν.
Luc 11.52 Habakuk 2.6 Michée 3.1-3.4 Esaïe 5.8 Psaumes 94.20-94.21
2 ἐκκλίνοντες κρίσιν πτωχῶν ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν.
Malachie 3.5 Esaïe 3.14 Ezéchiel 22.7 Esaïe 5.23 Esaïe 1.23
3 καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς ἡ γὰρ θλῖψις ὑμῖν πόρρωθεν ἥξει καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν.
Osée 9.7 Luc 19.44 Esaïe 20.6 Job 31.14 Esaïe 5.26
4 τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή.
Esaïe 5.25 Esaïe 9.12 Esaïe 24.22 Deutéronome 31.15-31.18 Esaïe 34.3

Jugement de l’Assyrie

5 οὐαὶ Ἀσσυρίοις ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν.
Esaïe 66.14 Esaïe 14.25 Jérémie 51.20-51.24 Sophonie 2.13 Esaïe 30.30
6 τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν.
Esaïe 9.17 Esaïe 41.25 Jérémie 34.22 Esaïe 29.13 Esaïe 33.14
7 αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ καὶ τοῦ ἔθνη ἐξολεθρεῦσαι οὐκ ὀλίγα.
Genèse 50.20 Michée 4.11-4.12 Actes 2.23 Esaïe 37.11-37.13 Actes 13.27-13.30
8 καὶ ἐὰν εἴπωσιν αὐτῷ σὺ μόνος εἶ ἄρχων.
2 Rois 18.24 Daniel 2.37 Esaïe 36.8 Ezéchiel 26.7 2 Rois 19.10
9 καὶ ἐρεῖ οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλαννη οὗ ὁ πύργος ᾠκοδομήθη καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν.
2 Rois 16.9 2 Chroniques 35.20 Jérémie 46.2 Genèse 10.10 2 Rois 17.5-17.6
10 ὃν τρόπον ταύτας ἔλαβον ἐν τῇ χειρί μου καὶ πάσας τὰς ἀρχὰς λήμψομαι ὀλολύξατε τὰ γλυπτὰ ἐν Ιερουσαλημ καὶ ἐν Σαμαρείᾳ.
Esaïe 10.14 2 Rois 19.12-19.13 2 Chroniques 32.12-32.16 2 Chroniques 32.19 2 Rois 18.33-18.35
11 ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς οὕτως ποιήσω καὶ Ιερουσαλημ καὶ τοῖς εἰδώλοις αὐτῆς.
Esaïe 36.19-36.20 Esaïe 2.8 Esaïe 37.10-37.13
12 καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ.
Jérémie 50.18 2 Rois 19.31 Esaïe 28.21-28.22 Esaïe 37.36-37.38 Psaumes 18.27
13 εἶπεν γάρ τῇ ἰσχύι ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας.
Daniel 4.30 2 Rois 17.24 2 Rois 18.32 Amos 6.13 Amos 5.27-6.2
14 καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι.
Job 31.25 Jérémie 49.16 Nahum 2.9-3.1 Proverbes 18.12 Esaïe 5.8
15 μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον ἢ ξύλον.
Esaïe 10.5 Romains 9.20-9.21 Esaïe 45.9 Jérémie 51.20-51.23 Esaïe 29.16
16 καὶ οὐχ οὕτως ἀλλὰ ἀποστελεῖ κύριος σαβαωθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται.
Psaumes 106.15 Esaïe 33.10-33.14 Esaïe 37.29 Esaïe 29.5-29.8 Esaïe 30.30-30.33
17 καὶ ἔσται τὸ φῶς τοῦ Ισραηλ εἰς πῦρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην τῇ ἡμέρᾳ ἐκείνῃ.
Esaïe 27.4 Nombres 11.1-11.3 Jérémie 7.20 Jérémie 4.4 Esaïe 37.23
18 ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης.
Esaïe 10.33-10.34 2 Rois 19.23 Esaïe 9.18 2 Rois 19.28 Ezéchiel 20.47-20.48
19 καὶ οἱ καταλειφθέντες ἀπ’ αὐτῶν ἔσονται ἀριθμός καὶ παιδίον γράψει αὐτούς.
Esaïe 21.17 Esaïe 37.36
20 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ισραηλ καὶ οἱ σωθέντες τοῦ Ιακωβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ισραηλ τῇ ἀληθείᾳ.
2 Rois 16.7 2 Chroniques 28.20 Esaïe 50.10 Esaïe 1.9 Esaïe 37.31-37.32
21 καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ιακωβ ἐπὶ θεὸν ἰσχύοντα.
Esaïe 9.6 2 Corinthiens 3.14-3.16 Osée 7.10 Esaïe 7.3 Esaïe 9.13
22 καὶ ἐὰν γένηται ὁ λαὸς Ισραηλ ὡς ἡ ἄμμος τῆς θαλάσσης τὸ κατάλειμμα αὐτῶν σωθήσεται λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ.
Romains 9.27-9.28 Esaïe 6.13 Apocalypse 20.8 Romains 11.5-11.6 Daniel 9.27
23 ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ.
Esaïe 14.26-14.27 Esaïe 28.22 Romains 9.28 Daniel 4.35 Esaïe 24.1-24.23
24 διὰ τοῦτο τάδε λέγει κύριος σαβαωθ μὴ φοβοῦ ὁ λαός μου οἱ κατοικοῦντες ἐν Σιων ἀπὸ Ἀσσυρίων ὅτι ἐν ῥάβδῳ πατάξει σε πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.
Esaïe 37.6 Esaïe 61.3 Exode 14.21-14.31 Esaïe 46.13 Exode 5.14
25 ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν.
Daniel 11.36 Esaïe 54.7 Psaumes 37.10 Hébreux 10.37 Esaïe 30.30-30.33
26 καὶ ἐπεγερεῖ ὁ θεὸς ἐπ’ αὐτοὺς κατὰ τὴν πληγὴν τὴν Μαδιαμ ἐν τόπῳ θλίψεως καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ’ Αἴγυπτον.
Esaïe 9.4 Juges 7.25 2 Rois 19.35 Esaïe 37.36-37.38 Esaïe 10.16-10.19
27 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαιρεθήσεται ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν.
Esaïe 9.4 Psaumes 105.15 Esaïe 14.25 Luc 4.18 1 Jean 2.27
28 ἥξει γὰρ εἰς τὴν πόλιν Αγγαι καὶ παρελεύσεται εἰς Μαγεδω καὶ ἐν Μαχμας θήσει τὰ σκεύη αὐτοῦ.
1 Samuel 14.2 1 Samuel 13.2 1 Samuel 13.5 Néhémie 11.31 1 Samuel 14.31
29 καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς Αγγαι φόβος λήμψεται Ραμα πόλιν Σαουλ φεύξεται.
1 Samuel 7.17 1 Samuel 13.23 1 Samuel 11.4 Josué 21.17 1 Rois 15.23
30 ἡ θυγάτηρ Γαλλιμ ἐπακούσεται Λαισα ἐπακούσεται Αναθωθ.
1 Samuel 25.44 Jérémie 1.1 Josué 21.18 Juges 18.29 Juges 18.7
31 ἐξέστη Μαδεβηνα καὶ οἱ κατοικοῦντες Γιββιρ παρακαλεῖτε.
Josué 15.31
32 σήμερον ἐν ὁδῷ τοῦ μεῖναι τῇ χειρὶ παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιων καὶ οἱ βουνοὶ οἱ ἐν Ιερουσαλημ.
1 Samuel 21.1 1 Samuel 22.19 Zacharie 2.9 Esaïe 19.16 Esaïe 37.22
33 ἰδοὺ γὰρ ὁ δεσπότης κύριος σαβαωθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται.
Amos 2.9 Esaïe 37.38 Esaïe 2.11-2.17 Daniel 4.37 2 Chroniques 32.21
34 καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.
Esaïe 37.24 Jérémie 48.2 Esaïe 31.8 Esaïe 37.36 Jérémie 46.22-46.23

Cette Bible est dans le domaine public.