Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Néhémie 12.40     

Néhémie 12.40
Septante


Recensement des prêtres et des Lévites

1 καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβελ υἱοῦ Σαλαθιηλ καὶ Ἰησοῦ Σαραια Ιερμια Εσδρα.
Esdras 2.1-2.2 Néhémie 10.2-10.8 Néhémie 12.12-12.21 Néhémie 12.10 Zacharie 4.6-4.10
2 Αμαρια Μαλουχ.
3 Σεχενια.
7 οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῦ.
1 Chroniques 24.18 Esdras 3.2 Néhémie 12.1 Zacharie 3.1 Aggée 1.1
8 καὶ οἱ Λευῖται Ιησου Βανουι Καδμιηλ Σαραβια Ιουδα Μαχανια ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ.
Néhémie 11.17 Néhémie 12.24 1 Chroniques 9.33 Néhémie 11.22 Néhémie 9.4
9 εἰς τὰς ἐφημερίας.
Néhémie 12.24 Psaumes 134.1-134.3
10 καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ιωακιμ καὶ Ιωακιμ ἐγέννησεν τὸν Ελιασιβ καὶ Ελιασιβ τὸν Ιωδαε.
1 Chroniques 6.3-6.15 Néhémie 12.26 Néhémie 13.28 Néhémie 13.4 Néhémie 3.1
11 καὶ Ιωδαε ἐγέννησεν τὸν Ιωναθαν καὶ Ιωναθαν ἐγέννησεν τὸν Ιαδου.
12 καὶ ἐν ἡμέραις Ιωακιμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῷ Σαραια Μαραια τῷ Ιερμια Ανανια.
1 Chroniques 9.33-9.34 Néhémie 12.22 1 Chroniques 24.6-24.31 1 Chroniques 15.12
13 τῷ Εσδρα Μεσουλαμ τῷ Αμαρια Ιωαναν.
14 τῷ Μαλουχ Ιωναθαν τῷ Σεχενια Ιωσηφ.
15 τῷ Αρεμ Αδνας τῷ Μαριωθ Ελκαι.
16 τῷ Αδδαι Ζαχαριας τῷ Γαναθων Μοσολλαμ.
17 τῷ Αβια Ζεχρι τῷ Βενιαμιν ἐν καιροῖς τῷ Φελητι.
18 τῷ Βαλγα Σαμουε τῷ Σεμεια Ιωναθαν.
19 τῷ Ιωιαριβ Μαθθαναι τῷ Ιδια Οζι.
20 τῷ Σαλλαι Καλλαι τῷ Αμουκ Αβεδ.
21 τῷ Ελκια Ασαβιας τῷ Ιεδεϊου Ναθαναηλ.
22 οἱ Λευῖται ἐν ἡμέραις Ελιασιβ Ιωαδα καὶ Ιωαναν καὶ Ιδουα γεγραμμένοι ἄρχοντες πατριῶν καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου.
Néhémie 12.10-12.13
23 υἱοὶ Λευι ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ιωαναν υἱοῦ Ελισουβ.
1 Chroniques 9.14-9.44
24 καὶ ἄρχοντες τῶν Λευιτῶν Ασαβια καὶ Σαραβια καὶ Ιησου καὶ υἱοὶ Καδμιηλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν καὶ αἰνεῖν ἐν ἐντολῇ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ ἐφημερία πρὸς ἐφημερίαν.
1 Chroniques 25.1-25.26 Néhémie 11.17 1 Chroniques 23.1-23.32 2 Chroniques 8.14 2 Timothée 3.17
25 ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς.
Néhémie 11.17-11.19 1 Chroniques 9.14-9.17 Néhémie 12.8-12.9 Esaïe 21.8 1 Chroniques 23.32
26 ἐν ἡμέραις Ιωακιμ υἱοῦ Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἐν ἡμέραις Νεεμια καὶ Εσδρας ὁ ἱερεὺς ὁ γραμματεύς.
Néhémie 8.9 Esdras 7.11 Esdras 7.6

Dédicace de la muraille de Jérusalem

27 καὶ ἐν ἐγκαινίοις τείχους Ιερουσαλημ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ιερουσαλημ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθα καὶ ἐν ᾠδαῖς κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι.
1 Chroniques 15.16 2 Chroniques 5.13 2 Chroniques 29.30 1 Chroniques 15.28 Deutéronome 20.5
28 καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων.
1 Chroniques 9.16 1 Chroniques 2.54 Néhémie 6.2
29 καὶ ἀπὸ ἀγρῶν ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ιερουσαλημ.
1 Chroniques 6.60 Néhémie 11.31 Josué 5.9 Josué 10.43 Deutéronome 11.30
30 καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος.
Exode 19.10 Job 1.5 Genèse 35.2 Nombres 19.2-19.20 Hébreux 5.1
31 καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ιουδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας.
Néhémie 2.13 Néhémie 12.38 Néhémie 12.40 Néhémie 3.13-3.14 2 Chroniques 5.2
32 καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ωσαια καὶ ἥμισυ ἀρχόντων Ιουδα.
33 καὶ Αζαριας Εσδρας καὶ Μεσουλαμ.
Néhémie 10.2-10.7
34 Ιουδα καὶ Βενιαμιν καὶ Σαμαια καὶ Ιερμια.
35 καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαριας υἱὸς Ιωναθαν υἱὸς Σαμαια υἱὸς Μαθανια υἱὸς Μιχαια υἱὸς Ζακχουρ υἱὸς Ασαφ.
Josué 6.4 2 Chroniques 5.12 2 Chroniques 13.12 Nombres 10.2-10.10 1 Chroniques 26.10-26.11
36 καὶ ἀδελφοὶ αὐτοῦ Σαμαια καὶ Οζιηλ αἰνεῖν ἐν ᾠδαῖς Δαυιδ ἀνθρώπου τοῦ θεοῦ καὶ Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν.
Néhémie 12.24 1 Chroniques 23.5 2 Chroniques 8.14 Amos 6.5 Esdras 7.1
37 ἐπὶ πύλης τοῦ αιν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυιδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυιδ καὶ ἕως πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς.
Néhémie 2.14 Néhémie 3.26 Néhémie 8.3 Néhémie 8.16 Néhémie 8.1
38 καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς καὶ ἐγὼ ὀπίσω αὐτῆς καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουριμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος.
Néhémie 3.8 Néhémie 3.11 Néhémie 12.31
39 καὶ ὑπεράνω τῆς πύλης Εφραιμ καὶ ἐπὶ πύλην τῆς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ Ανανεηλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς.
Néhémie 3.1 Néhémie 8.16 Néhémie 3.6 Néhémie 3.3 Néhémie 3.25
40 καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ θεοῦ καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ’ ἐμοῦ.
Psaumes 47.6-47.9 Néhémie 12.31-12.32 Psaumes 42.4 Psaumes 134.1-134.3
41 καὶ οἱ ἱερεῖς Ελιακιμ Μαασιας Βενιαμιν Μιχαιας Ελιωηναι Ζαχαριας Ανανιας ἐν σάλπιγξιν.
42 καὶ Μαασιας καὶ Σεμειας καὶ Ελεαζαρ καὶ Οζι καὶ Ιωαναν καὶ Μελχιας καὶ Αιλαμ καὶ Εζουρ καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν.
Psaumes 95.1 Esaïe 12.5-12.6 Psaumes 98.4-98.9 Psaumes 81.1 Néhémie 11.14
43 καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ιερουσαλημ ἀπὸ μακρόθεν.
Psaumes 92.4 Esdras 3.13 Jean 16.22 Deutéronome 12.11-12.12 2 Chroniques 20.27

Revenus des serviteurs du temple

44 καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων τοῖς θησαυροῖς ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις ὅτι εὐφροσύνη ἦν ἐν Ιουδα ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας.
Néhémie 13.12-13.13 Esaïe 40.31 Néhémie 13.4-13.5 2 Chroniques 5.11-5.12 Romains 12.7
45 καὶ ἐφύλαξαν φυλακὰς θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ Δαυιδ καὶ Σαλωμων υἱοῦ αὐτοῦ.
1 Chroniques 25.1-25.26 2 Chroniques 23.6 1 Chroniques 23.28
46 ὅτι ἐν ἡμέραις Δαυιδ Ασαφ ἀπ’ ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ θεῷ.
2 Chroniques 29.30 Psaumes 83.1 Psaumes 73.1 1 Chroniques 25.1-25.31
47 καὶ πᾶς Ισραηλ ἐν ἡμέραις Ζοροβαβελ διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ καὶ ἁγιάζοντες τοῖς Λευίταις καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ααρων.
Nombres 18.21-18.29 2 Chroniques 31.5-31.6 Malachie 3.8-3.10 Néhémie 12.26 Néhémie 12.12

Cette Bible est dans le domaine public.