Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 37.2     

Esaïe 37.2
Septante


1 καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Εζεκιαν ἔσχισεν τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο καὶ ἀνέβη εἰς τὸν οἶκον κυρίου.2 Rois 19.1-19.37 Job 1.20-1.21 Esaïe 36.22-37.38 2 Rois 22.11 Matthieu 11.21
2 καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν υἱὸν Αμως τὸν προφήτην.Esaïe 1.1 Esaïe 37.14 Esaïe 36.3 2 Rois 18.18 2 Rois 19.2
3 καὶ εἶπαν αὐτῷ τάδε λέγει Εζεκιας ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν.Osée 13.13 Esaïe 66.9 Esaïe 33.2 Esaïe 26.17-26.18 Jérémie 30.7
4 εἰσακούσαι κύριος ὁ θεός σου τοὺς λόγους Ραψακου οὓς ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσεν κύριος ὁ θεός σου καὶ δεηθήσῃ πρὸς κύριον τὸν θεόν σου περὶ τῶν καταλελειμμένων τούτων.Esaïe 1.9 Esaïe 36.20 Psaumes 106.23 Esaïe 10.22 Esaïe 36.18
5 καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως πρὸς Ησαιαν. 6 καὶ εἶπεν αὐτοῖς Ησαιας οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν τάδε λέγει κύριος μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων.Esaïe 7.4 Esaïe 35.4 Lévitique 26.8 Esaïe 51.12-51.13 2 Rois 19.5-19.7
7 ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ.Esaïe 37.9 Psaumes 58.9 Esaïe 31.8-31.9 Esaïe 33.10-33.12 Job 4.9
8 καὶ ἀπέστρεψεν Ραψακης καὶ κατέλαβεν πολιορκοῦντα τὸν βασιλέα Λομναν καὶ ἤκουσεν βασιλεὺς Ἀσσυρίων ὅτι.Josué 10.29 Josué 15.39 Josué 12.11 2 Chroniques 21.10 2 Rois 19.8-19.9
9 ἐξῆλθεν Θαρακα βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων.Esaïe 20.5 1 Samuel 23.27-23.28 Esaïe 37.7 Esaïe 18.1
10 οὕτως ἐρεῖτε Εζεκια βασιλεῖ τῆς Ιουδαίας μή σε ἀπατάτω ὁ θεός σου ἐφ’ ᾧ πεποιθὼς εἶ ἐπ’ αὐτῷ λέγων οὐ μὴ παραδοθῇ Ιερουσαλημ εἰς χεῖρας βασιλέως Ἀσσυρίων.Esaïe 36.15 2 Rois 18.5 Matthieu 27.43 2 Chroniques 32.15-32.19 Esaïe 36.4
11 ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν.Esaïe 36.18-36.20 Esaïe 37.18-37.19 Esaïe 10.7-10.14 Esaïe 14.17 2 Rois 18.33-18.35
12 μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν οὓς οἱ πατέρες μου ἀπώλεσαν τήν τε Γωζαν καὶ Χαρραν καὶ Ραφες αἵ εἰσιν ἐν χώρᾳ Θεμαδ.Genèse 11.31 2 Rois 19.12 2 Rois 18.11 2 Rois 17.6 Actes 7.2
13 ποῦ εἰσιν οἱ βασιλεῖς Αιμαθ καὶ Αρφαθ καὶ πόλεως Σεπφαριμ Αναγ Ουγαυα.2 Rois 17.30-17.31 2 Rois 18.34 2 Rois 19.13 2 Rois 17.24 Esaïe 10.9
14 καὶ ἔλαβεν Εζεκιας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων καὶ ἤνοιξεν αὐτὸ ἐναντίον κυρίου.Psaumes 27.5 Psaumes 74.10 Psaumes 143.6 Joël 2.17-2.20 Esaïe 37.1
15 καὶ προσεύξατο Εζεκιας πρὸς κύριον λέγων.2 Samuel 7.18-7.29 Philippiens 4.6-4.7 1 Samuel 7.8-7.9 2 Chroniques 20.6-20.12 Jacques 5.13
16 κύριε σαβαωθ ὁ θεὸς Ισραηλ ὁ καθήμενος ἐπὶ τῶν χερουβιν σὺ θεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.Exode 25.22 Psaumes 99.1 Psaumes 86.10 Psaumes 80.1 Jean 1.3
17 εἰσάκουσον κύριε εἴσβλεψον κύριε καὶ ἰδὲ τοὺς λόγους οὓς ἀπέστειλεν Σενναχηριμ ὀνειδίζειν θεὸν ζῶντα.2 Chroniques 6.40 1 Pierre 3.12 Psaumes 74.22 Esaïe 37.4 Psaumes 10.14-10.15
18 ἐπ’ ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν.2 Rois 15.29 Nahum 2.11-2.12 2 Rois 16.9 2 Rois 17.6 2 Rois 17.24
19 καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ οὐ γὰρ θεοὶ ἦσαν ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων ξύλα καὶ λίθοι καὶ ἀπώλεσαν αὐτούς.Esaïe 26.14 Esaïe 41.7 Jérémie 10.3-10.6 Esaïe 41.24 Esaïe 40.19-40.21
20 σὺ δέ κύριε ὁ θεὸς ἡμῶν σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ θεὸς μόνος.Psaumes 46.10 1 Rois 18.36-18.37 Ezéchiel 36.23 Psaumes 67.1-67.2 Josué 7.8-7.9
21 καὶ ἀπεστάλη Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν καὶ εἶπεν αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἤκουσα ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων.2 Rois 19.20-19.21 Job 22.27 Daniel 9.20-9.23 Esaïe 38.3-38.6 Esaïe 37.2
22 οὗτος ὁ λόγος ὃν ἐλάλησεν περὶ αὐτοῦ ὁ θεός ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιων ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Ιερουσαλημ.Job 16.4 Psaumes 9.14 Lamentations 2.13 Sophonie 3.14 Esaïe 1.8
23 τίνα ὠνείδισας καὶ παρώξυνας ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ισραηλ.Ezéchiel 39.7 Psaumes 74.23 2 Chroniques 32.17 Ezéchiel 28.2 Daniel 7.25
24 ὅτι δι’ ἀγγέλων ὠνείδισας κύριον σὺ γὰρ εἶπας τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ.Esaïe 14.8 Esaïe 10.18 Daniel 4.8-4.14 Psaumes 20.7 2 Rois 19.22-19.23
25 καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος.1 Rois 20.10 Deutéronome 11.10 Esaïe 36.12 2 Rois 19.23-19.24
26 οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα ἐξ ἀρχαίων ἡμερῶν συνέταξα νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς.Actes 4.27-4.28 Actes 2.23 1 Pierre 2.8 Esaïe 10.15 Esaïe 10.5-10.6
27 ἀνῆκα τὰς χεῖρας καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις.Psaumes 129.6 2 Rois 19.26 Psaumes 127.1-127.2 Psaumes 103.15 Psaumes 37.2
28 νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι.Proverbes 15.3 Apocalypse 2.13 Psaumes 139.1-139.11 Proverbes 5.21 Jérémie 23.23-23.24
29 ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη πρός με καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.Esaïe 30.28 Ezéchiel 38.4 Esaïe 37.34 Ezéchiel 29.4 Esaïe 10.12
30 τοῦτο δέ σοι τὸ σημεῖον φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν.Exode 3.12 2 Rois 19.29 Lévitique 25.4-25.5 Esaïe 7.14 Lévitique 25.20-25.22
31 καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ιουδαίᾳ φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω.Esaïe 27.6 2 Rois 19.30-19.31 Psaumes 80.9 Jérémie 44.28 Romains 11.5
32 ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσονται οἱ καταλελειμμένοι καὶ οἱ σῳζόμενοι ἐξ ὄρους Σιων ὁ ζῆλος κυρίου σαβαωθ ποιήσει ταῦτα.Esaïe 9.7 Esaïe 59.17 2 Rois 19.31 Zacharie 1.14 Joël 2.18
33 διὰ τοῦτο οὕτως λέγει κύριος ἐπὶ βασιλέα Ἀσσυρίων οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην οὐδὲ μὴ βάλῃ ἐπ’ αὐτὴν βέλος οὐδὲ μὴ ἐπιβάλῃ ἐπ’ αὐτὴν θυρεὸν οὐδὲ μὴ κυκλώσῃ ἐπ’ αὐτὴν χάρακα.2 Rois 19.32-19.35 Luc 19.43-19.44 Esaïe 10.32-10.34 Esaïe 17.14 Esaïe 17.12
34 ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν ἐν αὐτῇ ἀποστραφήσεται τάδε λέγει κύριος.Esaïe 37.29 Proverbes 21.30
35 ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι’ ἐμὲ καὶ διὰ Δαυιδ τὸν παῖδά μου.Esaïe 38.6 Esaïe 31.5 2 Rois 20.6 Esaïe 43.25 Ezéchiel 36.22
36 καὶ ἐξῆλθεν ἄγγελος κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ἐξαναστάντες τὸ πρωὶ εὗρον πάντα τὰ σώματα νεκρά.2 Rois 19.35 Esaïe 10.12 2 Chroniques 32.21-32.22 Esaïe 10.33-10.34 2 Samuel 24.16
37 καὶ ἀποστραφεὶς ἀπῆλθεν βασιλεὺς Ἀσσυρίων καὶ ᾤκησεν ἐν Νινευη.Jonas 3.3 Jonas 1.2 Genèse 10.11-10.12 Esaïe 37.7 Jonas 4.11
38 καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαραχ τὸν παταχρον αὐτοῦ Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.Genèse 8.4 Esdras 4.2 Jérémie 51.27 2 Chroniques 32.14 2 Chroniques 32.21

Cette Bible est dans le domaine public.