Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15
SBL Greek New Testament


1 Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ ⸀περιτμηθῆτε τῷ ἔθει ⸀τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι. Actes 15.24 Actes 15.5 Lévitique 12.3 Actes 6.14 1 Corinthiens 7.18-7.19
2 γενομένης ⸀δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. Actes 15.22-15.23 Actes 15.6-15.7 Actes 15.4 Actes 11.30 Galates 2.1-2.2
3 οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν ⸀τε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. Actes 14.27 Tite 3.13 1 Corinthiens 16.11 Actes 21.5 1 Corinthiens 16.6
4 παραγενόμενοι δὲ εἰς ⸀Ἱεροσόλυμα ⸀παρεδέχθησαν ⸀ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ’ αὐτῶν. Actes 15.12 Actes 14.27 Actes 15.3 Actes 21.17 1 Corinthiens 15.10
5 ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως. Actes 15.1 Actes 15.24 Actes 26.5-26.6 Galates 5.1-5.3 Actes 21.20
6 Συνήχθησάν ⸀τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. Actes 15.25 Actes 15.4 Hébreux 13.17 Matthieu 18.20 Hébreux 13.7
7 πολλῆς δὲ ⸀ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ⸂ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς⸃ διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι, Actes 15.2 Actes 10.20 Romains 10.17-10.18 Galates 2.7-2.9 1 Chroniques 28.4-28.5
8 καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς ⸀δοὺς τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν, Actes 1.24 Actes 2.4 Actes 14.3 Actes 10.47 1 Rois 8.39
9 καὶ ⸀οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Actes 10.28 Romains 3.22 Actes 10.34 Actes 11.12 Ephésiens 3.6
10 νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; Matthieu 23.4 Esaïe 7.12 Galates 5.1 Hébreux 3.9 Matthieu 11.28-11.30
11 ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι. Romains 3.24 Tite 3.4-3.7 2 Corinthiens 13.14 Romains 5.15 Galates 1.6
12 Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν. Actes 14.27 Actes 15.4 Jean 4.48 Actes 21.19
13 μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Actes 12.17 Actes 2.14 Marc 15.40 Actes 2.29 1 Corinthiens 14.30-14.33
14 Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν ⸀λαὸν τῷ ὀνόματι αὐτοῦ. 2 Pierre 1.1 Esaïe 43.21 Actes 15.7-15.9 Romains 11.36 1 Pierre 2.9-2.10
15 καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· Romains 15.8-15.12 Actes 13.47
16 Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ ⸀κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν, Amos 9.11-9.12 1 Rois 12.16 Esaïe 9.6-9.7 Psaumes 89.35-89.49 Luc 1.31-1.33
17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς, λέγει ⸀κύριος ποιῶν ⸀ταῦτα Zacharie 2.11 Osée 2.23 Zacharie 8.20-8.23 Jérémie 16.19 Genèse 22.18
18 γνωστὰ ἀπ’ ⸀αἰῶνος. Matthieu 25.34 Matthieu 13.35 Ephésiens 3.9 Esaïe 44.7 Ephésiens 1.4
19 διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν, Actes 15.28 Actes 15.10 Galates 1.7-1.10 Esaïe 55.7 Actes 15.24
20 ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ⸀ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ ⸀τοῦ πνικτοῦ καὶ τοῦ αἵματος· Lévitique 3.17 Actes 15.29 Apocalypse 2.20 Apocalypse 2.14 Genèse 9.4
21 Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος. Actes 13.15 Actes 13.27 Néhémie 8.1-8.12 2 Corinthiens 3.14-3.15 Luc 4.16
22 Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν ⸀τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν ⸀καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, Actes 15.27 Actes 15.40 1 Pierre 5.12 Actes 15.32 Actes 18.5
23 γράψαντες διὰ χειρὸς ⸀αὐτῶν· Οἱ ἀπόστολοι καὶ οἱ ⸀πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. Jacques 1.1 Actes 23.26 Actes 15.22 Actes 15.41 Galates 1.21
24 ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ⸀ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ⸀ὑμῶν οἷς οὐ διεστειλάμεθα, Actes 15.1 Galates 5.10 Galates 5.12 Tite 1.10-1.11 Galates 1.7
25 ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ⸀ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ, 2 Pierre 3.15 Actes 1.14 1 Corinthiens 1.10 Actes 2.1 Actes 15.2
26 ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Actes 14.19 Actes 9.23-9.25 Philippiens 2.29-2.30 1 Corinthiens 15.30 Juges 5.18
27 ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Actes 15.22 Actes 15.32 3 Jean 1.13 2 Jean 1.12
28 ἔδοξεν γὰρ τῷ ⸂πνεύματι τῷ ἁγίῳ⸃ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν ⸂τούτων τῶν ἐπάναγκες⸃, Jean 16.13 Apocalypse 2.24 Actes 5.32 1 Corinthiens 7.40 1 Thessaloniciens 4.8
29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ ⸀πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε. Actes 15.20 Actes 21.25 1 Corinthiens 10.18-10.20 2 Corinthiens 11.9 Apocalypse 2.20
30 Οἱ μὲν οὖν ἀπολυθέντες ⸀κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν· Actes 21.22 Actes 6.2 Actes 23.33 Actes 16.4
31 ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. Actes 15.1 Galates 5.1 Philippiens 3.3 Actes 16.5 Actes 15.10
32 Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν· Actes 11.23 Actes 14.22 Actes 13.1 1 Pierre 5.12 Romains 12.8
33 ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ⸂ἀποστείλαντας αὐτούς⸃. 1 Corinthiens 16.11 Hébreux 11.31 Actes 16.36 Genèse 26.29 Marc 5.34
35 Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου. Actes 13.1 2 Timothée 4.2 Colossiens 1.28 1 Timothée 2.7 Matthieu 28.19-28.20
36 Μετὰ δέ τινας ἡμέρας εἶπεν ⸂πρὸς Βαρναβᾶν Παῦλος⸃· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ⸀ἀδελφοὺς κατὰ ⸂πόλιν πᾶσαν⸃ ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν. Actes 13.51 Actes 13.4 Actes 14.6 Actes 13.13-13.14 Actes 14.24-14.25
37 Βαρναβᾶς δὲ ⸀ἐβούλετο συμπαραλαβεῖν ⸀καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον· Actes 12.12 Philémon 1.24 Colossiens 4.10 Actes 13.5 Actes 12.25
38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ ⸀συμπαραλαμβάνειν τοῦτον. Actes 13.13 Jacques 1.8 Luc 9.61 Psaumes 78.9 Luc 14.27-14.34
39 ἐγένετο ⸀δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον, Colossiens 4.10 Actes 4.36 Romains 7.18-7.21 Actes 6.1 Actes 13.4-13.12
40 Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ ⸀κυρίου ὑπὸ τῶν ἀδελφῶν, Actes 14.26 Actes 15.22 Actes 11.23 2 Jean 1.10-1.11 Actes 16.1-16.3
41 διήρχετο δὲ τὴν Συρίαν καὶ ⸀τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας. Actes 15.23 Actes 15.32 Actes 21.3 Galates 1.21 Actes 18.18

© 2010 by the Society of Biblical Literature and Logos Bible Software