1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων
Marc 3.22 Luc 5.17 Luc 11.53-11.54 Matthieu 15.1-15.20
2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ⸂ὅτι κοιναῖς χερσίν, τοῦτ’ ἔστιν ἀνίπτοις, ἐσθίουσιν⸃ ⸀τοὺς ⸀ἄρτους —
Actes 10.28 Romains 14.14 Matthieu 7.3-7.5 Matthieu 23.23-23.25 Actes 10.14-10.15
3 οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων,
Galates 1.14 Marc 7.13 Colossiens 2.8 Marc 7.7-7.10 1 Pierre 1.18
4 καὶ ἀπ’ ⸀ἀγορᾶς ἐὰν μὴ ⸀βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων ⸂καὶ κλινῶν⸃—
Matthieu 23.25 Hébreux 9.10 Jacques 4.8 Esaïe 1.16 Jean 2.6
5 ⸀καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τί ⸂οὐ περιπατοῦσιν οἱ μαθηταί σου⸃ κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ⸀κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον;
Matthieu 15.2 2 Thessaloniciens 3.11 Marc 7.2-7.3 Actes 21.24 2 Thessaloniciens 3.6
6 ὁ ⸀δὲ εἶπεν ⸀αὐτοῖς· Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται ⸀ὅτι Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ·
Esaïe 29.13 Matthieu 15.7-15.9 Ezéchiel 33.31 Tite 1.16 Jacques 2.14-2.17
7 μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων·
Matthieu 6.7 Colossiens 2.22 Matthieu 15.9 1 Corinthiens 15.58 Tite 3.9
8 ⸀ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ⸀ἀνθρώπων.
Marc 7.3-7.4 Esaïe 1.12
9 Καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν ⸀τηρήσητε·
Marc 7.13 Galates 2.21 Matthieu 15.3-15.6 Marc 7.3 Esaïe 24.5
10 Μωϋσῆς γὰρ εἶπεν· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
Exode 20.12 Deutéronome 5.16 Exode 21.17 Lévitique 20.9 Marc 10.19
11 ὑμεῖς δὲ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί· Κορβᾶν, ὅ ἐστιν Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
Matthieu 23.18 Matthieu 15.5 1 Timothée 5.4-5.8
12 ⸀οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ ⸀πατρὶ ἢ τῇ ⸀μητρί,
13 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
Marc 7.9 Tite 1.14 Osée 8.12 Matthieu 5.17-5.20 Ezéchiel 18.14
14 Καὶ προσκαλεσάμενος ⸀πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς· ⸀Ἀκούσατέ μου πάντες καὶ ⸀σύνετε.
Psaumes 49.1-49.2 Proverbes 8.5 Psaumes 94.8 1 Rois 22.28 Esaïe 6.9
15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται ⸂κοινῶσαι αὐτόν⸃· ἀλλὰ τὰ ⸂ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά⸃ ἐστιν τὰ κοινοῦντα τὸν ⸀ἄνθρωπον.
Matthieu 12.34 Marc 7.18-7.23 Lévitique 11.42-11.47 1 Timothée 4.3-4.5 1 Corinthiens 10.25
17 Καὶ ὅτε εἰσῆλθεν ⸀εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ ⸂τὴν παραβολήν⸃.
Matthieu 15.15 Matthieu 13.36 Marc 9.28 Marc 4.10 Marc 4.34
18 καὶ λέγει αὐτοῖς· Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι,
Matthieu 15.16-15.17 1 Corinthiens 3.2 Marc 4.13 Matthieu 16.11 Luc 24.25
19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ’ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται; —⸀καθαρίζων πάντα τὰ βρώματα.
1 Corinthiens 6.13 Actes 10.15 Colossiens 2.16 Matthieu 15.17 Romains 14.1-14.12
20 ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον·
Marc 7.15 Jacques 3.6 Hébreux 7.6 Michée 2.1 Jacques 1.14-1.15
21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, ⸂πορνεῖαι, κλοπαί, φόνοι,
Jacques 4.1-4.3 Galates 5.19-5.21 Jérémie 17.9 Romains 8.7-8.8 Jérémie 4.14
22 μοιχεῖαι⸃, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη·Matthieu 20.15 Proverbes 24.9 2 Chroniques 32.25-32.26 Ecclésiaste 7.25 1 Samuel 18.8-18.9
23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.
Marc 7.15 Marc 7.18 Jude 1.8 Tite 1.15 1 Corinthiens 3.17
24 ⸂Ἐκεῖθεν δὲ⸃ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ⸀ὅρια ⸀Τύρου. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν·
Matthieu 15.21-15.28 Matthieu 11.21 Marc 3.7-3.8 Marc 6.31-6.32 Matthieu 9.28
25 ⸂ἀλλ’ εὐθὺς ἀκούσασα⸃ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ·
Matthieu 15.22 Apocalypse 22.8-22.9 Actes 10.25-10.26 Marc 9.17-9.23 Marc 1.40
26 ⸂ἡ δὲ γυνὴ ἦν⸃ Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
Matthieu 15.22 Esaïe 49.12 Colossiens 3.11 Galates 3.28
27 ⸂καὶ ἔλεγεν⸃ αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ ⸂καλόν ἐστιν⸃ λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ ⸂τοῖς κυναρίοις βαλεῖν⸃.
Matthieu 7.6 Matthieu 15.23-15.28 Matthieu 10.5 Actes 22.21 Ephésiens 2.12
28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· ⸀Κύριε, ⸀καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ⸀ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.
Actes 11.17-11.18 Matthieu 5.45 Romains 15.8-15.9 Ephésiens 3.8 Romains 10.12
29 καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν ⸂ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον⸃.
Esaïe 66.2 Matthieu 5.3 Esaïe 57.15-57.16 1 Jean 3.8 Matthieu 8.9-8.13
30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ ⸂παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός⸃.
Jean 4.50-4.52 1 Jean 3.8
31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου ⸂ἦλθεν διὰ Σιδῶνος εἰς⸃ τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.
Marc 5.20 Matthieu 4.25 Marc 7.24 Matthieu 15.29-15.31 Matthieu 11.21
32 καὶ φέρουσιν αὐτῷ κωφὸν ⸀καὶ ⸀μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.
Luc 11.14 Marc 5.23 Matthieu 9.32-9.33
33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,
Marc 8.23 Jean 9.6-9.7 Marc 5.40 1 Rois 17.19-17.22 2 Rois 4.4-4.6
34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ· Εφφαθα, ὅ ἐστιν Διανοίχθητι·
Marc 6.41 Marc 8.12 Jean 11.41 Jean 11.33 Jean 17.1
35 ⸀καὶ ⸀ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς·
Esaïe 35.5-35.6 Matthieu 11.5 Psaumes 33.9 Marc 2.12 Esaïe 32.3-32.4
36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸀λέγωσιν· ὅσον δὲ ⸂αὐτοῖς διεστέλλετο, αὐτοὶ⸃ μᾶλλον περισσότερον ἐκήρυσσον.
Matthieu 8.4 Marc 1.44-1.45 Marc 8.26 Marc 3.12 Marc 5.43
37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν ⸀καὶ ἀλάλους λαλεῖν.
Genèse 1.31 Marc 1.27 Actes 2.7-2.12 Marc 2.12 Luc 23.41