Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΚΑΤΑ ΛΟΥΚΑΝ 10
SBL Greek New Testament


1 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ⸀καὶ ἑτέρους ἑβδομήκοντα ⸀δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο ⸁δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. Luc 9.52 Marc 6.7-6.13 Matthieu 10.1-10.4 Luc 9.1-9.2 Actes 13.2-13.4
2 ἔλεγεν ⸀δὲ πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ⸂ἐργάτας ἐκβάλῃ⸃ εἰς τὸν θερισμὸν αὐτοῦ. Matthieu 9.36-9.38 1 Timothée 4.10 1 Timothée 4.15-4.16 2 Thessaloniciens 3.1 1 Timothée 1.12-1.14
3 ὑπάγετε· ⸀ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Matthieu 10.16 Ezéchiel 2.3-2.6 Actes 20.29 Jean 15.20 Sophonie 3.3
4 μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, ⸀μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 2 Rois 4.29 Luc 22.35 Genèse 24.56 Luc 9.59-9.60 2 Rois 4.24
5 εἰς ἣν δ’ ἂν ⸂εἰσέλθητε οἰκίαν⸃ πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ. 1 Samuel 25.6 Actes 10.36 Esaïe 57.19 2 Corinthiens 5.18-5.20 Luc 19.9
6 καὶ ἐὰν ⸂ᾖ ἐκεῖ⸃ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ’ ὑμᾶς ἀνακάμψει. 2 Corinthiens 2.15-2.16 Psaumes 35.13 2 Thessaloniciens 3.16 1 Pierre 1.14 Esaïe 9.6
7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ ⸀αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. Philippiens 4.17-4.18 Matthieu 10.10-10.11 Actes 16.40 2 Timothée 2.6 Deutéronome 12.12
8 καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, 1 Corinthiens 10.27 Jean 13.20 Matthieu 10.40 Luc 10.10 Luc 9.48
9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· Ἤγγικεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. Matthieu 3.2 Actes 28.7-28.10 Luc 10.11 Luc 17.20-17.21 Actes 28.28
10 εἰς ἣν δ’ ἂν πόλιν ⸀εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· Luc 9.5 Actes 18.6 Matthieu 10.14 Actes 13.51
11 Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ⸂εἰς τοὺς πόδας⸃ ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ⸀ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ. Luc 10.9 Matthieu 10.14 Marc 6.11 Actes 13.51 Romains 10.8
12 λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ. Matthieu 10.15 Matthieu 11.24 Marc 6.11 Lamentations 4.6 Ezéchiel 16.48-16.50
13 Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ⸀ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ ⸀καθήμενοι μετενόησαν. Esaïe 23.1-23.18 Ezéchiel 26.1-28.26 Joël 3.4-3.8 Romains 11.8-11.11 Matthieu 11.20-11.23
14 πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. Romains 2.1 Jean 15.22-15.25 Luc 12.47-12.48 Amos 3.2 Jean 3.19
15 καὶ σύ, Καφαρναούμ, ⸂μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ⸃; ἕως ⸀τοῦ ᾅδου ⸀καταβιβασθήσῃ. Esaïe 14.13-14.15 Matthieu 4.13 Matthieu 10.28 2 Pierre 2.4 Matthieu 11.23
16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Matthieu 10.40 1 Thessaloniciens 4.8 Jean 13.20 Jean 12.48 Marc 9.37
17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα ⸀δύο μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Marc 16.17 Luc 10.1 Luc 9.1 Romains 16.20 Luc 10.9
18 εἶπεν δὲ αὐτοῖς· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Esaïe 14.12 Apocalypse 9.1 Jean 12.31 Apocalypse 12.7-12.9 Jean 16.11
19 ἰδοὺ ⸀δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ⸀ἀδικήσῃ. Marc 16.18 Psaumes 91.13 Romains 16.20 Actes 28.5 Luc 21.17-21.18
20 πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ⸀ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς. Daniel 12.1 Philippiens 4.3 Exode 32.32 Hébreux 12.23 Apocalypse 21.27
21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο ⸀τῷ πνεύματι ⸂τῷ ἁγίῳ⸃ καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ⸂εὐδοκία ἐγένετο⸃ ἔμπροσθέν σου. 2 Corinthiens 4.3 1 Corinthiens 2.6-2.8 Colossiens 2.2-2.3 Ephésiens 1.5 Matthieu 16.17
22 ⸀πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ⸀ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Jean 6.44-6.46 Jean 10.15 Jean 1.18 Matthieu 11.27 Matthieu 28.18
23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν εἶπεν· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. Matthieu 13.16-13.17
24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. 1 Pierre 1.10-1.12 Jean 8.56 Hébreux 11.13 Hébreux 11.39
25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων ⸀αὐτὸν λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Luc 18.18 Matthieu 22.34-22.39 Luc 7.30 Matthieu 19.16-19.19 Actes 16.30-16.31
26 ὁ δὲ εἶπεν πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Romains 10.5 Romains 3.19 Galates 3.21-3.22 Romains 4.14-4.16 Esaïe 8.20
27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆς καρδίας σου καὶ ⸂ἐν ὅλῃ τῇ ψυχῇ⸃ σου καὶ ⸂ἐν ὅλῃ τῇ ἰσχύϊ⸃ σου καὶ ⸂ἐν ὅλῃ τῇ διανοίᾳ⸃ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Matthieu 22.37-22.40 Marc 12.30-12.31 Deutéronome 6.5 Deutéronome 30.6 Romains 13.9
28 εἶπεν δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. Lévitique 18.5 Ezéchiel 20.11 Matthieu 19.17 Néhémie 9.29 Galates 3.12
29 Ὁ δὲ θέλων ⸀δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστίν μου πλησίον; Luc 16.15 Matthieu 5.43-5.44 Jacques 2.24 Lévitique 19.34 Galates 3.11
30 ὑπολαβὼν ⸀δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ⸀ἡμιθανῆ. Luc 18.31 Luc 19.28 Jérémie 51.52 Lamentations 2.12 Psaumes 88.4
31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· Psaumes 142.4 Jérémie 5.31 Osée 6.9 Psaumes 69.20 1 Jean 3.16-3.18
32 ὁμοίως δὲ καὶ ⸀Λευίτης κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. Proverbes 27.10 Actes 18.17 Psaumes 109.25 2 Timothée 3.2
33 Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτὸν καὶ ⸀ἰδὼν ἐσπλαγχνίσθη, Proverbes 27.10 Matthieu 10.5 1 Rois 8.50 Exode 2.6 Jérémie 39.16-39.18
34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. 1 Thessaloniciens 5.15 Esaïe 1.5-1.6 Proverbes 24.17-24.18 Genèse 42.27 Psaumes 147.3
35 καὶ ἐπὶ τὴν ⸀αὔριον ἐκβαλὼν ⸂δύο δηνάρια ἔδωκεν⸃ τῷ πανδοχεῖ καὶ ⸀εἶπεν· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Matthieu 20.2 Romains 16.23 Luc 14.13 Proverbes 19.17
36 ⸀τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Matthieu 21.28-21.31 Luc 7.42 Matthieu 22.42 Matthieu 17.25
37 ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν ⸀δὲ αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως. 1 Jean 3.16-3.18 Matthieu 23.23 Jean 13.15-13.17 1 Pierre 2.21 2 Corinthiens 8.9
38 ⸂Ἐν δὲ⸃ τῷ πορεύεσθαι ⸀αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο ⸀αὐτὸν. Luc 8.2-8.3 Actes 16.15 Jean 11.19-11.20 Jean 11.1-11.5 Jean 12.1-12.3
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη ⸀Μαριάμ, ἣ καὶ ⸂παρακαθεσθεῖσα πρὸς⸃ τοὺς πόδας τοῦ ⸀Ἰησοῦ ἤκουεν τὸν λόγον αὐτοῦ. Luc 8.35 Jean 12.3 Proverbes 8.34 Actes 22.3 Deutéronome 33.3
40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με ⸀κατέλειπεν διακονεῖν; ⸀εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Jean 6.27 Luc 12.29 Matthieu 14.15 Jonas 4.1-4.4 Marc 3.21
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ⸀κύριος· Μάρθα Μάρθα, μεριμνᾷς καὶ ⸀θορυβάζῃ περὶ πολλά, Philippiens 4.6 Matthieu 6.25-6.34 Marc 4.19 Luc 8.14 Luc 21.34
42 ⸂ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός⸃· ⸂Μαριὰμ γὰρ⸃ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται ⸀αὐτῆς. Psaumes 27.4 Jean 10.27-10.28 Jean 5.24 Psaumes 16.5-16.6 Luc 18.22

© 2010 by the Society of Biblical Literature and Logos Bible Software