Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6.16
SBL Greek New Testament


1 Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος.Matthieu 4.18 Jean 21.1 Luc 9.10-9.17 Luc 5.1 Jean 6.23
2 ⸂ἠκολούθει δὲ⸃ αὐτῷ ὄχλος πολύς, ὅτι ⸀ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.Matthieu 4.24-4.25 Matthieu 12.15 Jean 2.11
3 ἀνῆλθεν δὲ εἰς τὸ ⸀ὄρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.Jean 6.15 Luc 9.28 Matthieu 15.29 Luc 6.12-6.13 Matthieu 14.23
4 ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.Jean 2.13 Jean 11.55 Jean 5.1 Exode 12.6-12.14 Deutéronome 16.1
5 ἐπάρας οὖν ⸂τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς⸃ καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει ⸀πρὸς Φίλιππον· Πόθεν ⸀ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι;Luc 9.12-9.13 Matthieu 15.33 Matthieu 14.14-14.15 Jean 1.43 Marc 8.2-8.4
6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.Genèse 22.1 Deutéronome 33.8 Deutéronome 8.2 Deutéronome 13.3 2 Chroniques 32.31
7 ἀπεκρίθη ⸀αὐτῷ Φίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ⸀ἕκαστος βραχύ ⸀τι λάβῃ.Marc 6.37 Nombres 11.21-11.22 2 Rois 4.43 Jean 12.5 Matthieu 18.28
8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου·Matthieu 4.18 Jean 1.40-1.44
9 Ἔστιν ⸀παιδάριον ὧδε ⸀ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;2 Rois 4.42-4.44 Jean 6.7 Matthieu 14.17 Matthieu 16.9 2 Rois 7.1
10 ⸀εἶπεν ὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ⸀ὡς πεντακισχίλιοι.Marc 6.39-6.41 Matthieu 15.35-15.36 Marc 8.6-8.7 Luc 9.14-9.16 Matthieu 14.18-14.19
11 ἔλαβεν ⸀οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας ⸀διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.Jean 6.23 Matthieu 15.36 1 Thessaloniciens 5.18 1 Timothée 4.4-4.5 Actes 27.35
12 ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.Luc 1.53 Proverbes 18.9 Luc 15.13 Matthieu 15.37-15.38 Luc 9.17
13 συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ⸀ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.Proverbes 11.24-11.25 Philippiens 4.19 2 Chroniques 25.9 2 Rois 4.2-4.7 1 Rois 7.15-7.16
14 οἱ οὖν ἄνθρωποι ἰδόντες ⸂ὃ ἐποίησεν σημεῖον⸃ ⸀ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.Matthieu 11.3 Matthieu 21.11 Jean 1.21 Jean 7.40 Genèse 49.10
15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ⸀ποιήσωσιν βασιλέα ἀνεχώρησεν ⸀πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.Jean 18.36 Jean 6.15-6.21 Jean 7.3-7.4 Luc 19.38 Marc 11.9
16 Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17 καὶ ἐμβάντες ⸀εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ ⸀οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς,Marc 6.45 Jean 4.46 Jean 6.24-6.25 Jean 2.12
18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος ⸀διεγείρετο.Psaumes 135.7 Psaumes 107.25 Matthieu 14.24
19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν.Marc 6.47-6.49 Job 9.8 Psaumes 93.4 Jonas 1.13 Apocalypse 21.16
20 ὁ δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι, μὴ φοβεῖσθε.Esaïe 41.10 Esaïe 44.8 Marc 16.6 Esaïe 41.14 Esaïe 43.1-43.2
21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ⸂ἐγένετο τὸ πλοῖον⸃ ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.Marc 6.51 Psaumes 24.7-24.10 Matthieu 14.32-14.33 Apocalypse 3.20 Cantique 3.4
22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης ⸀εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ⸀ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ ⸀πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·Jean 6.15-6.21 Marc 6.45 Jean 6.2 Matthieu 14.22
23 ⸀ἀλλὰ ἦλθεν ⸀πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου.Jean 6.1 Jean 6.11-6.12
24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ ⸀πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν.Jean 6.17 Jean 18.4-18.5 Jean 6.59 Jean 20.15 Matthieu 14.34
25 Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· Ῥαββί, πότε ὧδε γέγονας;Jean 1.38-1.39 Matthieu 23.7
26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε·Jacques 4.3-4.4 Psaumes 78.37 Romains 16.18 1 Timothée 6.5 Psaumes 106.12-106.14
27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει, τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός.Esaïe 55.2 Jean 6.54 Romains 6.23 Jean 6.58 Jean 6.51
28 εἶπον οὖν πρὸς αὐτόν· Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ;Deutéronome 5.27 Actes 9.6 Matthieu 19.16 Michée 6.7-6.8 Actes 2.37
29 ἀπεκρίθη ⸀ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα ⸀πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.1 Jean 3.23 Hébreux 5.9 Romains 4.4-4.5 Actes 16.31 Jean 3.36
30 εἶπον οὖν αὐτῷ· Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;Jean 12.37 Jean 6.36 Jean 10.38 Luc 11.29-11.30 Actes 4.30
31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.Néhémie 9.15 Psaumes 105.40 Jean 6.49 1 Corinthiens 10.3 Apocalypse 2.17
32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς ⸀δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν·Jean 6.33 Jean 6.35 Exode 16.4 Jean 6.58 Jean 1.9
33 ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.1 Jean 1.1-1.2 Jean 3.13 Jean 6.50 Jean 6.48 Jean 8.42
34 εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.Jean 4.15 Psaumes 4.6 Jean 6.26
35 ⸀Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ⸀ἐμὲ οὐ μὴ ⸀διψήσει πώποτε.Jean 6.41 Apocalypse 22.17 Jean 7.37-7.38 Apocalypse 7.16 Luc 6.25
36 ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε.Jean 6.26 Jean 6.40 Luc 16.31 1 Pierre 1.8-1.9 Jean 6.64
37 πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός ⸀με οὐ μὴ ἐκβάλω ἔξω,Jean 6.39 Jean 17.24 Jean 17.2 Jean 17.6 Jean 10.28-10.29
38 ὅτι καταβέβηκα ⸀ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με·Jean 5.30 Jean 4.34 Jean 3.13 Philippiens 2.7-2.8 Ephésiens 4.9
39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός ⸀με ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω ⸀αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.Jean 6.40 Jean 6.54 Jean 6.44 Jean 18.9 Jean 17.12
40 τοῦτο ⸀γάρ ἐστιν τὸ θέλημα τοῦ ⸂πατρός μου⸃ ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ⸀ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.Romains 6.23 Jean 6.54 Esaïe 45.21-45.22 1 Jean 1.1-1.3 Jean 1.14
41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ,Jean 6.33 Jean 6.58 Jean 6.51-6.52 Jean 7.12 Jean 6.66
42 καὶ ἔλεγον· ⸀Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς ⸀νῦν ⸀λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;Luc 4.22 Matthieu 13.55-13.56 Romains 9.5 Galates 4.4 Marc 6.3
43 ⸀ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ γογγύζετε μετ’ ἀλλήλων.Hébreux 4.13 Jean 6.64 Jean 16.19 Matthieu 16.8 Marc 9.33
44 οὐδεὶς δύναται ἐλθεῖν πρός ⸀με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.Jean 6.65 Jean 12.32 Matthieu 11.25-11.27 Ephésiens 2.4-2.10 Jérémie 31.3
45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· ⸀πᾶς ὁ ⸀ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ⸀ἐμέ.Esaïe 54.13 Jérémie 31.33-31.34 Hébreux 8.10-8.11 Jean 6.65 Hébreux 10.16
46 οὐχ ὅτι τὸν πατέρα ⸂ἑώρακέν τις⸃ εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα.Jean 1.18 Jean 7.29 Luc 10.22 Jean 5.37 Matthieu 11.27
47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ ⸀πιστεύων ἔχει ζωὴν αἰώνιον.Jean 3.36 Jean 5.24 Romains 5.9-5.10 Jean 6.54 Jean 3.16
48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς·Jean 6.51 Jean 6.33-6.35 1 Corinthiens 11.24-11.25 1 Corinthiens 10.16-10.17 Jean 6.41
49 οἱ πατέρες ὑμῶν ἔφαγον ⸂ἐν τῇ ἐρήμῳ τὸ μάννα⸃ καὶ ἀπέθανον·Jean 6.58 Jean 6.31 1 Corinthiens 10.3-10.5 Hébreux 3.17-3.19 Jude 1.5
50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ·Jean 6.33 Jean 6.58 Jean 6.51 Jean 6.42 Jean 8.51
51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ⸀ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ⸀ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.Luc 22.19 Ephésiens 5.2 1 Jean 4.14 Jean 3.16 Jean 1.29
52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα ⸀αὐτοῦ φαγεῖν;Jean 10.19 Jean 9.16 Jean 3.9 Jean 6.41 1 Corinthiens 2.14
53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.1 Jean 5.12 Matthieu 26.26-26.28 Jean 6.55 Jean 15.4 Jean 3.3
54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.Jean 6.39-6.40 Philippiens 3.7-3.10 Esaïe 55.1-55.3 Jean 6.63 Galates 2.20
55 ἡ γὰρ σάρξ μου ⸀ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ⸁ἀληθής ἐστι πόσις.Jean 15.1 Jean 6.32 1 Jean 5.20 Jean 8.31 Jean 8.36
56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ.1 Jean 3.24 Jean 15.4-15.5 1 Jean 4.15-4.16 Jean 17.21-17.23 Apocalypse 3.20
57 καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ⸀ζήσει δι’ ἐμέ.Jean 5.26 Galates 2.20 Jean 3.17 Jérémie 10.10 Hébreux 9.14
58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ⸀ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ ⸀πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ⸀ζήσει εἰς τὸν αἰῶνα.Jean 6.47-6.51 Jean 6.41 Jean 3.36 Jean 6.31-6.34
59 ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ.Jean 6.24 Psaumes 40.9-40.10 Jean 18.20 Luc 4.31 Proverbes 1.20-1.23
60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν· Σκληρός ἐστιν ⸂ὁ λόγος οὗτος⸃· τίς δύναται αὐτοῦ ἀκούειν;Jean 6.66 Jean 8.31 Jean 6.41-6.42 Jean 8.43 2 Pierre 3.16
61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει;Jean 6.64 Jean 2.24-2.25 Apocalypse 2.23 Matthieu 11.6 Jean 21.17
62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;Jean 3.13 Marc 16.19 Luc 24.51 Jean 17.4-17.5 Ephésiens 4.8-4.10
63 τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ ⸀λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.Jean 6.68 Psaumes 119.93 Romains 10.17 Psaumes 119.50 Deutéronome 32.47
64 ἀλλὰ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.Jean 10.26 Jean 6.61 Romains 8.29 2 Timothée 2.19 Hébreux 4.13
65 καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ ⸀πατρός.Jean 6.44-6.45 Jean 6.37 2 Timothée 2.25 Ephésiens 2.8-2.9 Jean 10.16
66 Ἐκ τούτου πολλοὶ ⸀ἐκ ⸂τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον⸃ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν.Jean 6.60 1 Jean 2.19 Hébreux 10.38 2 Timothée 4.10 2 Timothée 1.15
67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;Jean 6.70 Ruth 1.11-1.18 Luc 14.25-14.33 2 Samuel 15.19-15.20 Josué 24.15-24.22
68 ⸀ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις,Jean 5.24 Jean 6.63 Actes 4.12 1 Jean 5.11-5.13 Actes 5.20
69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ⸀ἅγιος τοῦ ⸀θεοῦ.Luc 9.20 Marc 8.29 Jean 11.27 Jean 1.41 1 Jean 5.20
70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν.Jean 17.12 Jean 13.27 Jean 13.2 Jean 13.18 Jean 6.64
71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος ⸀Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν ⸂παραδιδόναι αὐτόν⸃, ⸀εἷς ἐκ τῶν δώδεκα.Matthieu 26.14-26.16 Jean 13.26 Jean 18.2-18.6 Psaumes 41.9 Actes 1.16-1.20

© 2010 by the Society of Biblical Literature and Logos Bible Software